Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.680
Not analysed yet
πάντων ὁμολογοῦντες εἶναι Θεὸν, ἕτερον ἐπ' αὐτῷ μηδένα καταλογισώμεθα· μηδὲ μὴν τὸν τῆς βασιλείας στέφανον ἢ τοῖς ὁρωμένοις κτίσμασιν, ἤγουν ἑτέροις τισὶν ἀπονέμοντες, ἁλισκώμεθα· τὴν μὲν γὰρ τοῦ Θεοῦ δόξαν οὐ παραλύσομεν, καὶ εἰς τοῦτο δρᾷν ἐπιχειρήσαιμεν ἑαυτοὺς δὲ μᾶλλον τοῖς τῆς ἀπωλείας ἐνίεμεν βόθροις. Ἀλλ' ἔστι τις ἴσως λαθραῖος μὲν ἔτι καὶ σκοτεινὸς τοῦ διαβόλου καὶ τῶν δαιμονίων προσκυνητὴς, ἐξωραΐζεται δὲ τοῖς εἰς εὐλάβειαν σχήμασι, καὶ ὅσον ἧκεν εἰς λόγους, τὸ γνήσιον ὑποπλάττεται. Ἀκουέτω τοιγαροῦν τῆς θεοπνεύστου βοώσης Γραφῆς· «Ὅτι ὁ Θεὸς οὐ μυκτηρίζεται·» καὶ μὴν καὶ τοῦ θείου Δαβὶδ ἀναμέλποντος, καὶ λέγοντος· «Σύνετε δὴ, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροὶ, ποτὲ φρονήσατε. Ὁ φυτεύσας τὸ οὗς, οὐκ εἰσακούει; Ὁ πλάσας τοὺς ὀφθαλμοὺς, οὐχὶ κατανοεῖ; Ὁ παιδεύων ἔθνη, οὐχὶ ἐλέγξει;» γʹ. Ὡς οὖν ἅπαντα τὰ καθ' ἡμᾶς εἰδότος τε ἅμα καὶ ἐφορῶντος Θεοῦ, ἀσφαλῆ καὶ ἱδρυμένην ἔχωμεν τὴν πίστιν· καὶ τὸ ἐκ τῆς διψυχίας αἶσχος ἀποτριψώμεθα, μνημονεύοντες τοῦ μακαρίου Παύλου γράφοντος· «Ὥστε, ἀδελφοί μου, ἑδραῖοι γίνεσθε καὶ ἀμετακίνητοι· περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Θεοῦ πάντοτε.» Φέρε τοίνυν τὸ ἐν πίστει γνήσιον, ὡς θυσίαν πνευματικὴν προσκομίζοντες τῷ Θεῷ, λέγωμεν ἐξ ἀνυπόπτου καρδίας· «Ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι Κύριος ὁ Θεὸς ἡμῶν εἶ.» Καὶ πάλιν· «Κύριε, ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς· Κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν.» Πιστεῦσαι γὰρ δεῖ, τοὺς οἵπερ ἂν ἕλοιντο φρονεῖν ὀρθῶς, εἷς ὅτι καὶ μόνος ὁ ἐπὶ πάντων τε καὶ διὰ πάντων ἐστὶ Θεός· οὔτε αὐτὸς ὑφ' ἑαυτοῦ πρὸς τὸ εἶναι παρακεκομισμένος, οὔτε μὴν παρ' ἑτέρου τοῦτο λαχών· ἀλλ' ὢν μὲν ἀεὶ καὶ ὑπάρχων, ἀϊδίως πρὸ παντὸς αἰῶνος καὶ χρόνων· ἄφθαρτος δὲ καὶ ἀνώλεθρος, φῶς ἀπρόσιτον οἰκῶν, πηγὴ σοφίας καὶ ζωῆς, καὶ αὐτὸ κατὰ φύσιν ἐννοούμενος καὶ ὑπάρχων, ὅπερ ἐστὶ τὸ ἀγαθὸν, ῥίζα πάσης ἰσχύος· καὶ ὅτι μὲν ἔστι γινωσκόμενος, τί δὲ κατὰ φύσιν ἐστὶν ἀγνοούμενος. Διακεῖσθαι γὰρ οὕτως ἡμᾶς, καὶ τοῦ Σωτῆρος ἡμῶν ἔφασκε δεῖν μαθητὴς, ὡδί πη λέγων· «Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον Θεῷ ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.» Ζητεῖν δὲ οὐκέτι. μὴ γὰρ δὴ κατὰ σαυτὸν ἐνδοιάσῃς, ἄνθρωπε, μηδὲ τοῖς ἐξ ἀμαθίας συνωθούμενος λογισμοῖς, εἰς περιεργίαν ἐπισφαλῆ τολμήσῃς εἰπεῖν· Μεμυσταγώγημαι καὶ πεπίστευκα, καὶ Θεὸν τὸν ἕνα δεδίδαγμαι προσκυνεῖν. Ἀλλὰ τί μὴ μανθάνω τοῦ προσκυνουμένου τὴν φύσιν; Ἄπαγε τοῖς ὑπὲρ νοῦν καὶ λόγον τὴν ἄκαιρον ἐπιφέρων ζήτησιν. Τί γὰρ ὅλως ἡ ἀνθρώπου διάνοια, πρὸς τὴν ἄῤῥητον ἐκείνην καὶ ἀνέκφραστον φύσιν; ἢ τίς ἂν γένοιτο τοσοῦτος εἰς φρόνησιν, ὡς ἐκεῖνο δύνασθαι τὸ κάλλος ἐπιμετρεῖν; Ἄκουε τί φησιν ὁ θεσπέσιος προφήτης Ἡσαΐας αἰνιγματωδῶς αὐτό σοι τουτὶ παραδηλῶν· «Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ,