Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.681.1
Not analysed yet
καὶ τὸν οὐρανὸν σπιθαμῇ; Τίς ἔστησε τὰ ὄρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ;» Μηδὲν τοιγαροῦν πολυπραγμονήσας τῶν ὑπὲρ φύσιν, πρόσιθι διὰ πίστεως, ὅτι μὲν ἔστι καὶ ὑπάρχει, καὶ τῶν ὅλων κρατεῖ, συναινῶν τε καὶ συντιθέμενος· ἐπέκεινα δὲ ὥσπερ τῶν τῆς ἀνθρωπότητος μέτρων ἰέναι τὸν νοῦν σωφρόνως οὐκ ἐφιείς. Οὕτω παρεδέξατο τὴν πίστιν καὶ ὁ θεσπέσιος Μωσῆς· Θεοῦ γὰρ λέγοντος· «Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν ἀπέσταλκέ με πρὸς ὑμᾶς·» διεπυνθάνετο, λέγων· «Ἰδοὺ ἐγὼ πορεύομαι πρὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐρῶ πρὸς αὐτοὺς, ὅτι Προσκέκληται Κύριος ὑμᾶς. Ἀλλ' ἐρωτήσουσί με, φησί· Τί ὄνομα αὐτῷ; τί ἐρῶ πρὸς αὐτούς;» Καὶ τί πρὸς ταῦτα Θεός; «Τάδε ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· Ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς. Τοῦτό μού ἐστι τὸ ὄνομα, καὶ μνημόσυνον αἰώνιον γενεῶν γενεαῖς.» Ἴδιον γὰρ τὸ εἶναι καὶ ὑπάρχειν ἀεὶ τῷ κατὰ φύσιν Θεῷ. Τὸ δὲ ὂν καὶ ὑπάρχον ἀνάρχως τε καὶ ἀκαταλήκτως, καὶ τὸν ἐκ τοῦ πεποιῆσθαι διαφεύξεται μολυσμὸν, καὶ ὅτι μὴ παρ' ἑτέρου τὴν ὕπαρξιν ἔχει, αὐτὸ δι' ἑαυτοῦ μαρτυρηθήσεται. Ἔστι γὰρ ἄκτιστος καὶ ἀγέννητος ὁ Θεὸς καὶ Πατὴρ, συμφυᾶ καὶ συναΐδιον ἔχων τὸν ἐκ τῆς οὐσίας αὐτοῦ γεννηθέντα Υἱὸν, «δι' οὗ καὶ ἐποίησε τοὺς αἰῶνας,» καὶ τοῖς οὐκ οὖσί ποτε τὴν εἰς τὸ εἶναι δωρεῖται πάροδον, καὶ ζωογονεῖ μὲν ἅπαντα, ὅσα πάρεστι τοῦ ζῇν δεκτικά· φωτὶ δὲ τῷ θείῳ καὶ νοητῷ καταλαμπρύνει πάλιν τὰ φωτὸς ἐπιδεᾶ. Καὶ τοῦτο εἰδὼς καὶ διδάσκων ὁ θεῖος ἡμῖν ἀναμέλπει Δαβὶδ, πρὸς τὸν τῶν ὅλων Πατέρα Θεόν· «Ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεὸς, οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου· καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. Ὅτι παρὰ σοῦ πηγὴ ζωῆς, καὶ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.» Καὶ μὴν ὁ σοφώτατος Ἰωάννης, «Ἦν, ἔφασκε, τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.» Ἔστι γὰρ, ἔστιν ὁ μονογενὴς τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀπαραποίητος χαρακτὴρ, ὅλον ἔχων ἐν ἰδίῳ κάλλει τὸν Γεννήτορα· καὶ ἐξ ὧν ἐστιν αὐτὸς, τὴν τοῦ τεκόντος φύσιν ἄριστα ζωγραφῶν. Τοιγάρτοι καὶ ἔφασκεν, ὅτι «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι.» Πατέρα δὲ ὅταν ἀκούσῃς καὶ Υἱὸν, ἀναχώρει σωμάτων· καὶ τῆς περὶ τούτων ἐννοίας ἀποδραμὼν, φρόνησον ἃ δεῖ· σύνες τε ὅτι οὐ περί τινος τῶν ἐν γενέσει καὶ φθορᾷ λόγος ἡμῖν εἰς τὸ παρόν. Ἀσώματόν τι καὶ ὑπερούσιον ἡ τῶν ὅλων κατεξουσιάζουσα φύσις. Οὐκοῦν ἐξίτω σωμάτων ὁ νοῦς, ὅταν τι μανθάνῃ περὶ Θεοῦ. Τὸ δὲ οὐσίας ἁπάσης σωματικῆς ἐπέκεινά τε καὶ ἀνωτάτω νοούμενον, οὔτ' ἂν εἴη τόπῳ περιληπτὸν, οὔτε μὴν ταῖς τῶν σχημάτων ἰδέαις ὑποκείμενον. Ἀλλὰ καὶ ὅταν λέγηται γεννᾷν, οὐκ ἀποῤῥοίαις τισὶν ἢ ἀποτομαῖς ὑποπίπτον ἁλώσεται· πολλοῦ γε καὶ δεῖ. Ἄνθρωποι μὲν γὰρ, ἤγουν ἕτερόν τι τῶν ἐνσωμάτων ζώων τίκτουσιν ἐξ ἑαυτῶν, καὶ προβολαῖς ταῖς εἰς