Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.685
Not analysed yet
ρουσι μὲν εἰς ὕψος τὸ κέρας, «λαλοῦσι δὲ κατὰ τοῦ Θεοῦ ἀδικίαν,» ὡς καὶ αὐτὸς ἡμῖν ὁ θεῖος ἀναμέλπει Δαβίδ. Συνείροντες γὰρ ἀσυνέτως τὰ ἐξ ἀνθρωπίνων ἐννοιῶν εὑρήματα, καὶ ἰσχνοῖς ὥσπερ τισὶ διαλογισμοῖς «ἱστὸν ἀράχνης ὑφαίνοντες,» κατὰ τὸ γεγραμμένον, τὰς τῶν ἁπλουστέρων ψυχὰς ἀνοσίως καταληΐζονται, μετατιθέντες εἰς πλάνησιν, καὶ τοῖς τῆς ἀπωλείας ἐνιέντες βόθροις. Ἀκουέτωσαν τοιγαροῦν τῆς θεοπνεύστου βοώσης Γραφῆς· «Οὐκ ἔστιν ἡ σοφία αὕτη ἄνωθεν κατερχομένη,» ἀλλ' ἐπίγειος, ψυχικὴ, δαιμονιώδης. Τί γὰρ δὴ καί φασιν οἱ τάλανες, τῆς πρὸς Πατέρα Θεὸν ὁμοουσιότητος, τὸ ὅσον ἐφ' ἑαυτοῖς, ἐξέλκοντες τὸν Υἱόν; Καὶ πῶς ἂν δύναιτο τῷ ἀγεννήτῳ Πατρὶ ταυτὸν εἶναι κατὰ φύσιν τὸ γεννητόν; Πλείστη γάρ ἐστι μεταξὺ τῶν λέξεων ἡ διαφορά. Φαίην γὰρ ἔγωγε πρὸς τοῦτο εὐθὺς, ὅτι διάφορον μὲν ὁμολογουμένως τὸ ἐκ τῶν λέξεων ἡμῖν ὑποδηλούμενον, οὐ μὴν καὶ ἀποτεμεῖν τῆς πρὸς τὸν Πατέρα Θεὸν ὁμοουσιότητος τὸν Υἱόν. Οὐδεὶς γὰρ ἡμᾶς ἀναπείθει λόγος, καθάπερ ἐξ ἀνάγκης ὁμολογεῖν ἑτεροφυὲς εἶναι πάντως τοῦ γεννῶντος τὸ γεννώμενον· ἀλλ' ἔστ' ἂν ὅλως γεγεννῆσθαι πιστεύηται, κατά γε τὸν ἀληθῆ τῆς γεννήσεως τρόπον, ὁμοφυὲς ἔσται καὶ ὁμοούσιον τῷ γεγεννηκότι. Εἰ μὲν οὖν κατὰ τὸ ἀληθὲς γεγέννηκεν ὁ Πατὴρ, οὕτω τε ἔχειν καὶ αὐτοὶ τὴν τοῦ πράγματος ὁμολογοῦσι φύσιν, κατὰ τίνα δὴ τρόπον ὀθνεῖός τε ἔσται καὶ ἑτερογενὴς ὁ ἐξ αὐτοῦ κατὰ φύσιν ἀναλάμψας Υἱός; Ἐλεγχθήσεται γὰρ, εἴπερ οὕτως ἔχοι, καθάπερ ἐκεῖνοι ληροῦντές φασιν, ἡ θεία παθοῦσα φύσις, ὃ μηδὲ αὐτὴ παθεῖν ἡ φύσις ἠνέσχετο. Ἀνθρώπου γὰρ ἄνθρωπος γέννημα· καὶ μὴν καὶ ἕκαστον τῶν ὅσα τὸν τοῦ δύνασθαι γεννᾷν παρεδέξατο νόμον, ὁμοειδῆ τε καὶ ὁμοούσιον, πάντως ἕξει τὰ ἐξ ἑαυτῶν· καὶ οὔτ' ἂν ἄνθρωπος ἵππον, οὔτ' ἂν ἵππος ἀποτέκοι κύνα. Ἐπειδὴ δὲ πολὺ τῶν καθ' ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ ἐν ἀμείνοσιν, ὑπερκείσεται δήπου καὶ κατὰ τοῦτο, καὶ ὁμοούσιον ἑαυτῷ τὸν ἴδιον ἔχων Υἱὸν νοηθήσεται· πάθοι γὰρ ἂν οὐδαμῶς, ὃ καὶ αὐτὴ τῶν γενητῶν ἡ φύσις παθεῖν αἰσχύνεται. Εἰ μὲν οὖν ἄριστα ἔχειν ἐδοκίμασεν ἐν ἀρχαῖς τὰ πάντα δημιουργῶν, τὸ δεῖν ἕκαστον τῶν πεποιημένων ὁμοούσιον ἑαυτῷ τὸ ἐξ αὐτοῦ τικτόμενον ἔχειν, τί τῶν καλλίστων ἑαυτὸν ἀποστερεῖ, μὴ οὕτως ἔχων αὐτός; Εἰ δὲ τοῦτο ἄτοπον νοεῖν, ἢ φράσαι (πάντα γὰρ αὐτῷ μετεῖναι πρέπει τὰ ἐξαίρετα), προσέσται δήπου καὶ τοῦτο. Εἰ δὲ οἴονται κατὰ ἀλήθειαν οὐ γεγεννηκέναι τὸν Θεὸν, τί τὸ τῶν λέξεων διάφορον ὡς ἀναγκαῖον προτείνουσι, καὶ παραλύειν ἐπιχειροῦσι τὴν τοῦ γεννήματος δόξαν, ἑτεροφυὲς εἶναι λέγοντες αὐτὸ παρὰ τὸν ἀγεννήτως ὄντα Πατέρα. Εἰ γὰρ μὴ γεγέννηκεν ὅλως ὁ Θεὸς καὶ Πατὴρ, οὐδὲ γεννητὸς ἔτι κατ' αὐτούς ἐστιν ὁ Υἱός. Οὐκοῦν λελύσθω τὸ ζήτημα, καὶ παυέσθωσαν ἡμῖν ἐπιτειχίζοντες ὡς ἄμαχον πρόβλημα, τῶν λέξεων τὴν διαφοράν· καὶ εἰ μὴ γεγέννηκεν ὁ Πατὴρ, διδασκόντων αὐτοὶ τίς ἄρα ἐστὶν