Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.684
Not analysed yet
ἕτερον ἰδικῶς ἔχει τὰ ἐξ ἑαυτῶν γεννήματα. Ὅ γε μὴν ἀσώματος, καὶ ἁπάσης ἐννοίας τῆς ἐν ἡμῖν ἐπέκεινα Θεὸς, τίκτει, μὴ μεριζόμενος· γεννᾷ, μὴ τεμνόμενος. Ἀλλ' εἰ μέ τις βούλοιτο τὸν τῆς γεννήσεως τῆς θείας ἀφηγήσασθαι τρόπον, ἔροιτό τε προσιών· Πῶς οὖν ἡ θεία γεγέννηκε φύσις; οὐδὲν ἐρυθριάσας, ἐρῶ· Καὶ ποῖός σοι νοῦς νοήσει τὰ ὑπὲρ νοῦν; ἢ ποῖος ἂν ἡμῖν διερμην[ε]ύσει[ε] λόγος τὰ ὑπὲρ λόγον; Ὁ μὲν γὰρ μακάριος γράφει Παῦλος· «Ἡ εἰρήνη τοῦ Χριστοῦ ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν.» Ἀνέκφραστα δὲ παντελῶς τὰ τοιαῦτα δεικνὺς καὶ ὁ σοφώτατος ἔφη Σολομών· «Δόξα Κυρίου κρύπτει λόγον.» Ὅτι δὲ καὶ αὐτοὺς τοὺς ἁγίους ἀγγέλους, καίτοι τοσοῦτον ὄντας ὑπὲρ ἡμᾶς, ὁ τῆς τοῦ Υἱοῦ γεννήσεως τρόπος διαλανθάνει, ἀναπείθει λέγων ὁ μακάριος Ἡσαΐας· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Σαφέστερον δὲ πάλιν ὁ προφήτης Ἀββακοὺμ, ἐξηγεῖται λέγων· «Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ.» Τί γὰρ ἂν βούλοιτο δηλοῦν τὸ, καὶ αὐτοὺς καλύψαι τοὺς οὐρανοὺς τὴν ἀρετὴν τοῦ Υἱοῦ, εἰ μὴ ὅτι καὶ μείζων ἐστὶ καὶ αὐτῆς τῆς ἄνω πληθύος καὶ τῶν ἁγίων ταγμάτων ὁ περὶ αὐτοῦ λόγος; Οὐκοῦν ἄῤῥητος μὲν ἁπάσῃ τῇ κτίσει καὶ ἀπερινόητος παντελῶς ἡ τοῦ Χριστοῦ γέννησις. Ἑπόμενοι δὲ ταῖς θείαις Γραφαῖς, καὶ καθάπερ ἐν ἐσόπτρῳ καὶ αἰνίγματι βλέποντες, καὶ γεννηθῆναί φαμεν, καὶ συνυπάρχειν αὐτὸν ἀϊδίως, κατὰ τοιούσδε τινὰς τρόπους· καὶ μικρὰ μὲν οἶδ' ὅτι τὰ παραδείγματα, καὶ οὐ διαρκῶς ἡμῖν, ὅπως ἔχει, τὴν τοῦ Θεοῦ φύσιν καὶ τὸν τῆς γεννήσεως τρόπον κατασημῆναι δυνάμενα. Ἐννοεῖν δὲ ἀκόλουθον, ὡς οὐδέν ἐστιν ἐν τοῖς γεγονόσιν, ὅνπερ ἄν τις ἴδοι τῆς τοῦ Θεοῦ δόξης οὐχ ἡττώμενον. δʹ. Οὐκοῦν καθάπερ τινὰ τύπον αἰσθητὸν τοῖς θεωρήμασι προϋποτιθέντες τὸ παράδειγμα, ἐπὶ τὸ ἀσυγκρίτως ὑπερτεροῦν ἀναθρώσκωμεν, καὶ ὡς ἔνι μάλιστα καλῶς, κατά γε τὸ ἐφικτὸν, ἐπ' αὐτὸ τῆς θείας φύσεως ἰόντες τὸ κάλλος, ἐννοῶμεν, ὅτι ὁ λόγος μὲν ὁ ἀνθρώπινος, καὶ μὴν καὶ τὸ εἶδος ὅπερ ἂν ἐννοοῖτο τυχὸν σώμασιν ἐνυπάρχειν, ἀνύπαρκτά τέ ἐστι, καὶ οὐδαμόθεν ἰδίως ὑφεστηκότα· τὸ δὲ θεῖόν τε καὶ ὑπερκόσμιον γέννημα, τουτέστιν, ὁ Υἱὸς, ὑφέστηκεν, ἰδικῶς γεννηθεὶς ἐκ Πατρὸς τοῦ ἀγεννήτως ὑφεστηκότος. Θορυβείτω δὲ μηδένα τῶν λέξεων ἡ διαφορά. Οὐ γὰρ δὴ παραδεξώμεθα τάς τινων εἰκαιοβουλίας, τὰ ἀπὸ καρδίας αὐτῶν λαλούντων, καὶ οὐκ ἀπὸ στόματος Κυρίου, κατὰ τὸ γεγραμμένον· οἷς ἀκόλουθον ἐπιφθέγξασθαι καὶ εἰπεῖν· «Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὑτῶν.» Ἢ τάχα που, μᾶλλον δὲ καὶ ὡς ἀληθῶς εἰπεῖν, τὰ καθ' ἑαυτὰς οὐ γινώσκοντες, ἐπαί-