Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.689
Not analysed yet
διαβεβαιοῦνται. Εἰ γὰρ μήτε τὸ ἀγέννητον ἐπὶ Θεοῦ καὶ Πατρὸς τὸ μηδὲν γεννηθῆναι σημαίνει· μήτε μὴν τὸ γεννητὸν ἐφ' Υἱοῦ τὸ γεννηθῆναι δηλοῖ, ἀλλ' οὐσιῶν εἶναι σημαντικὰ τὰ ὀνόματά φασι· πόθεν ἄρα μεμαθήκασι τοῦ Υἱοῦ τὴν πρὸς τὸν Πατέρα διαφοράν; Σημαινούσης γὰρ ἕτερον οὐδὲν τῆς λέξεως, ἢ ὅτι μόνον οὐσία ἐστὶ, τίς ἄρα διαμεμήνυκεν, ὡς ἔστιν ὀθνεῖος τοῦ Πατρὸς ὁ Υἱὸς κατὰ τὸ ἐν οὐσίᾳ ταυτὸν, κατ' οὐδένα τρόπον αὐτῷ συναπτόμενος; Οὐκοῦν εἰ μὴ βούλονται νοεῖν, τοῦ μὴ γεννηθῆναι, σημαντικὸν τὸ ἀγέννητον· μήτε μὴν τοῦ γεννηθῆναι, τὸ γεννητὸν, ἀλλ' οὐσίας ἁπλῶς ἀμφότερα, μηδεμιᾶς ἐντεῦθεν ὁρωμένης διαφορᾶς· πόθεν ἡ ἑτερότης ἔσται διαφανής; Οὐσία γὰρ ὡς πρὸς οὐσίαν, καθὸ μόνον οὐσίαι νοοῦνται, οὐδὲν ἕξουσιν ἀλλήλαις τὸ ἐναντίον. Τί οὖν ἔτι κωλύσει τὸν Υἱὸν ὅμοιον εἶναι κατ' οὐσίαν τῷ Πατρὶ, εἰ μὴ ἀλλήλοις ἀντίκειται τὰ ἐκ τῶν λέξεων σημαινόμενα; Ἐπειδὴ δὲ, ἀφέντες τὸ ἐν ἁπλότητι πολιτεύεσθαι, καὶ πιστεύειν ἀζητήτως τοῖς Ἑλλήνων λογάσιν ἑαυτοὺς προσνέμουσι, κἀκεῖθεν ἡμῖν ἐξοπλίζονται κατὰ τὸν ἀλαζόνα Γολιὰθ, οὕτω τε ἐξονειδίζουσι τὴν συναγωγὴν Κυρίου καθάπερ ἐκεῖνος· φέρε καὶ ἡμεῖς, κοσμικῆς μὲν αἰτίας καὶ πολυπλόκων συλλογισμῶν ἑαυτοὺς ἀπαλλάττωμεν, κατὰ τὸν μακάριον λέγοντες Δαβίδ· «Οὐκ εἴθισμαι ἐν τούτοις·» ῥάβδον δὲ ὥσπερ δυνάμεως ἔχοντες τὸν Χριστὸν, καὶ λίθον ἐκλεκτὸν, ὡς ἐν βραχεῖ καδίῳ τῷ νῷ προσίωμεν ἀγριαίνουσι. Καὶ δὴ καὶ βραχὺ τῆς ἐκκλησιαστικῆς ἁπλότητος διὰ τὴν χρείαν ἐνθέντες, ἐν οἷς εἶναι νομίζουσι δεινοὶ καὶ δυσάντητοι, παραφρονοῦντας ἐλέγχωμεν, ἵνα μήτε τὴν παρὰ Θεοῦ σύνεσιν ἔχοντες, μήτε μὴν τῆς ἔξω σοφίας ἐφικόμενοι κατὰ λόγον, δικαίως ἀκούσειαν· «Ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; ἢ Βάαλ, Βάαλ· ἢ Θεῷ, Θεῷ.» Ὅτι γὰρ ἀμαθῶς οὐσίας εἶναι σημαντικόν φασι τὸ ἀγέννητον, κἀντεῦθεν ἔσται καταφανὲς, καί μοί τι δότε βραχὺ τῶν παρὰ πολλοῖς φιλοσοφουμένων εἰπεῖν. ϛʹ. Ἐπυθόμην ὅτι ὅρους εἶναι φασί τε καὶ ὀνομάζουσι τὰ δι' ὧν αἱ τῶν ὄντων οὐσίαι σημαίνονται· καὶ δοκεῖ τοὺς ὅρους ἀναπλέκειν αὐτοῖς ἐκ γένους καὶ διαφορᾶς ἢ διαφορῶν Γένος μὲν γὰρ εἶναί φασι τὴν σημαινομένην ἁπλῶς οὐσίαν, οἷον φέρε εἰπεῖν τὸ ζῶον· διαφορὰν δ' αὖ τὸν παραδεικνύντα λόγον, ποταπὸν ἂν εἴη τὸ ζῶον, λογικὸν ἢ ἄλογον. Ἄνθρωπον μὲν γὰρ καὶ ἵππον εἴ τις ὁρίσασθαι βούλοιτο, ἐρεῖ μὲν ἁπλῶς ὅτι ζῶον. Ζῶον γὰρ ὁμοίως ὅ τε ἄνθρωπος καὶ ὁ ἵππος. Ἐπιφέρων δὲ τῷ γένει τὴν διαφορὰν, περὶ μὲν ἀνθρώπου, πάντως ἐρεῖ, ὅτι ζῶον λογικὸν θνητόν· περὶ δὲ ἵππου, ὅτι τὸ χρεμετιστικόν. Οὐκοῦν εἰ τὸ ἀγέννητος ὄνομα τὴν οὐσίαν ἡμῖν ὁρίζει τοῦ Θεοῦ, καὶ ὅρου δύναμιν ἡ λέξις ἔχει, ὑπὸ γένος ἔστω καὶ διαφοράν. Εἶτα τί πρὸς τοῦτό φασι; ὑπὸ ποῖον ἔσται γένος ὁ ὑπὲρ πάντων Θεός; ἢ ποίαν παρ' ἐκεῖ-