Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.692
Not analysed yet
νον ἐπιδέξαιτο τὴν διαφοράν; Ἄλλως τε σαφῶς τε καὶ ἀκολούθως αἱ οὐσίαι κατασημαίνονται, οὐκ ἀφ' ὧν οὐκ εἰσὶν, ἀλλ' ἐξ ὧν εἶναι πιστεύονται· οἷον εἴ τις ἔροιτο τί ἐστι πῦρ, ἀποκρίνεται καθηκόντως τὸ θερμὸν, καὶ ξηρὸν, καὶ καυστικὸν, καὶ φωτιστικόν· ἀφ' ὧν γάρ ἐστι, ποιεῖται τὴν δήλωσιν. Εἰ δὲ λέγοι πῦρ εἶναι τὸ μὴ ψυχρὸν, οὐκ ἀφ' ὧν ἐστιν, ἀλλ' ἐξ ὧν οὐκ ἔστι δηλοῖ· ἀτεχνὲς δὲ τοῦτο καὶ ἀλογώτατον. Εἰ τοίνυν ἐπὶ Θεοῦ τὸ ἀγέννητος ὄνομα, τὸ μὴ γεννηθῆναι δηλοῖ, οὐκ ἐξ ὧν ἐστιν ὁ Θεὸς, ἀλλ' ἐξ ὧν οὐκ ἔστι, διαμεμένηκεν ὅτι γὰρ μὴ γεγέννηται, σημαίνει τὸ ὄνομα. Πῶς οὖν κατ' αὐτοὺς ὅρου δύναμιν ἡ λέξις ἔχει, ὅπως οὐσίας ἔσται σημαντικὸν, καὶ οὐχὶ μᾶλλον τινὸς τῶν τῇ οὐσίᾳ προσμεῖναι πεπιστευμένων; Ἀλλὰ ταυτὶ μὲν ἡμῖν πρὸς ἐκείνους. Εἰρήσεται δὲ πρὸς ὑμᾶς ὡς ἔστιν ἁπλοῦν τῆς Ἐκκλησίας τὸ κήρυγμα. Βεβαπτίσμεθα γὰρ εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα· ὁμοούσιον δὲ εἶναι τὴν ἁγίαν Τριάδα πιστεύοντες, μίαν ἐν αὐτῇ προσκυνοῦμεν θεότητα· εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ, ὅτι τῆς ἡμετέρας ἕνεκα σωτηρίας καὶ ζωῆς ἐξαπέστειλεν ἐξ οὐρανοῦ τὸν ἴδιον Υἱὸν, γενόμενον ἐκ γυναικὸς, καὶ τὴν καθ' ἡμᾶς ὁμοίωσιν ὑποδεδυκότα, καὶ ἀληθῶς γενόμενον ἄνθρωπον, ἵνα θριαμβεύσας τὰς Ἀρχὰς, καὶ τὰς Ἐξουσίας τῷ ἰδίῳ σταυρῷ προσηλώσῃ, κατὰ τὸ γεγραμμένον, τὸ καθ' ἡμῶν χειρόγραφον, καὶ ἁπάσης μὲν ἡμᾶς αἰτίας ἀπηλλαγμένους, καθαροὺς ἀποφήνῃ, τῶν πάλαι πταισμάτων ἀπονίψας τὸν μολυσμόν· διακηρύξῃ δὲ «καὶ τοῖς ἐν ᾅδου πνεύμασιν, ἀπειθήσασί ποτε,» κατὰ τὸ γεγραμμένον, οὕτω δὲ λοιπὸν τὸν ἁπάντων ἐχθρὸν καταργήσῃ θάνατον, ἐγηγερμένος ἐκ νεκρῶν. Καὶ μὴν καὶ τὰς ἄνω τοῖς ἐπὶ γῆς ἀναπετάσας πύλας, οὐρανοῦ πολίτην ἐργάσηται τὸν πάλαι δραπέτην. Ἥξει γὰρ, ἥξει κατὰ καιροὺς, καὶ καθάπερ αὐτὸς ἔφη, παραλήψεται πάντας ἡμᾶς μετ' αὐτοῦ τοὺς ὀρθῇ διαπρέποντας πίστει, καὶ πολιτείᾳ λελαμπρυσμένους εὐαγγελικῇ. Καὶ τοῦτο εἰδότες, ἀγαπητοὶ, πάντα ῥύπον ἀπονιψάμενοι, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ· καὶ γενώμεθα οἰκτίρμονες, ὡς ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν· ἐπαμύνοντες δὲ κατὰ δύναμιν τοῖς ἐν ἐνδείᾳ, χήρας καὶ ὀρφανοὺς ἀνακτησώμεθα, γυμνοὺς καὶ ἀστέγους εἰς τὸν οἶκον εἰσάγωμεν· καὶ ἁπαξαπλῶς, πᾶν εἶδος ἐπιτηδεύσωμεν ἀρετῆς. Οὕτω γὰρ, οὕτω νηστεύσωμεν καθαρῶς· ἀρχόμενοι μὲν τῆς ἁγίας Τεσσαρακοστῆς ἀπὸ τριακάδος τοῦ Μεχὶρ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ πέμπτης τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ δεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ ἑνδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες εὐθὺς καὶ τὰς ἐπτὰ ἑβδομάδας τῆς Πεντηκοστῆς. Οὕτω γὰρ,