Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.697
Not analysed yet
μένα διὰ Χριστοῦ. Μᾶλλον δὲ καὶ λίαν ἀκονιτὶ συνεῖναι ῥᾷον, ὅτι σωτῆρα καὶ λυτρωτὴν ἀπέστειλεν ἡμῖν ἐξ οὐρανοῦ τὸν Υἱὸν ὁ Πατήρ. Τύραννος ἀλαζὼν, οὐκ ἔθνους ἑνὸς, ἀλλ' οὐδὲ πόλεως μιᾶς ἢ χώρας κατεστρατεύετο· ἀλλ' ὃ ἦν ὑφ' ἑαυτῷ ποιεῖσθαι, [τὴν οἰκουμένην] ἀνοσίως ἐπιχειρῶν, τοῖς ἰδίοις ζυγοῖς ὑπετίθει τὸν ἄνθρωπον· μεθιστὰς μὲν ἀγάπης τῆς εἰς Θεὸν, καὶ τῆς ἀληθοῦς θεογνωσίας ἀποσοβῶν, πολυτρόποις δὲ μᾶλλον κατασπιλῶν ἁμαρτίαις, καὶ λάτριν ἀποτελῶν ταῖς τῶν δαιμονίων ἀγέλαις, καὶ τῇ κτίσει προσνέμων παρὰ τὸν κτίσαντα Θεόν. Οἱ μὲν γὰρ ἡλίῳ τὸ σέβας, οἱ δὲ σελήνῃ δωρούμενοι τὴν τῶν ὅλων βασιλίδα φύσιν, τῶν αὐτῇ καὶ μόνῃ πρεπωδεστάτων ἐξέπεμπον γερῶν· ἕτεροι δὲ, γῇ, καὶ ὕδατι, καὶ ἀέρι, καὶ πυρὶ προσάγοντες τὴν προσκύνησιν, εἰς τοῦτο κατὰ βραχὺ κατώλισθον διεληλάκασι τῶν κακῶν, καὶ μέχρι τῶν ἀναισθήτων κατακομίζοντες ξύλων τὴν τῆς θεότητος τιμήν τε καὶ δόξαν. Ταῖς τοιαύταις ἐνσπαταλῶν ὁ δράκων ὁ μιαιφόνος, μεγαλαυχῶν διετέλει, καὶ ἀκατάσειστον ἕξιν ᾠήθη τὴν εὐθυμίαν. Καὶ περὶ αὐτοῦ μὲν ὁ μακάριος προφήτης Ἱερεμίας ἔφασκεν· «Οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ (ἕως τίνος;) καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς.» Θεοῦ γὰρ ὄντα τὸν ἄνθρωπον, ἑαυτῷ συλλέγειν ἤθελε, δυσαχθεστέραν ἀεὶ τὴν ηὐτρεπισμένην αὐτῷ κατασκευάζων κόλασιν. Ὁ δέ γε σύνεδρος τῷ Θεῷ καὶ Πατρὶ Θεὸς Λόγος, ἀθέως ἡμῖν πεπραχόσι καὶ κινδυνεύουσι, τὸν τῆς σωτηρίας καιρὸν προευηγγελίζετο, λέγων· «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με· κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν· καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν.» Ἐπειδὴ δὲ τῆς ἐπηγγελμένης ἐπικουρίας παρῆν ὁ καιρὸς, ἑαυτὸν ἀντέταξεν ὑπὲρ ἡμῶν τοῖς τοῦ διαβόλου κακουργήμασι· καὶ τὸν μιαιφόνον ἐκεῖνον κατεχειροῦτο τύραννον, καὶ τοῖς τῶν πεπιστευκότων ὑποστορέσας ποσὶ, διαῤῥήδην ἔφασκεν· «Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.» Ὅσοι τοίνυν τῆς εἰς Θεὸν εὐσεβείας καθεστήκαμεν ἐρασταὶ, καὶ τῆς τῶν ἁγίων λαμπρότητος μεταλαχεῖν γλιχόμενοι, τὸ εἰς τὴν ἄνω γενέσθαι διψῶμεν πόλιν, ἐκεῖνο καθ' ἑαυτοὺς ἐνθυμώμεθα. Βασιλεῖς μὲν γὰρ οἱ ἐπὶ τῆς γῆς ταῖς βαρβαρικαῖς ἐφόδοις ἐπιτιμῶντες ἀεὶ, καὶ τὰς ἐν ἑκάστῃ χώρᾳ διασώζοντες πόλεις, σωτῆρες καὶ λυτρωταὶ, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ὀνομαζόμενοι, πλουσίως καταγεραίρονται. Οἱ δὲ τοῖς ἰδίοις ἐπαυχοῦντες ἀνδραγαθήμασιν, ὑπὸ πόδας μὲν ἰδίους ποιοῦνται τοὺς σεσωσμένους, θεσμοῖς δὲ καὶ νόμοις οἱονεὶ καταζεύξαντες, δασμολογεῖσθαι προστάττουσιν, ὁμολογίαν ὥσπερ τινὰ τοῦ ὑποτετάχθαι δεῖν τὸ χρῆμα ποιούμενοι. Λελυτρωμένοι τοίνυν διὰ Χριστοῦ, καὶ τῆς πολυθέου πλάνης ἐξῃρημένοι, καὶ τὴν πρὸς