Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.696
Not analysed yet
ἵνα κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθεὶς κατανεκρώσῃ τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, καὶ πνευματικῆς εὐρωστίας ἀναπιμπλὰς, δι' ἑαυτοῦ καὶ ἐν αὐτῷ τὴν φύσιν ἀναμορφώσῃ πρὸς τὸ ἀρχαῖον, καὶ ἀνάλωτον μὲν ἀποφήνῃ ταῖς ἁμαρτίαις, ὀλέθρου δὲ καὶ φθορᾶς ἀμείνω γενέσθαι παρασκευάσῃ. Καὶ τοῦτο εἰδὼς ὁ σοφὸς ἡμῖν ἐπιστέλλει Παῦλος· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.» βʹ. Καὶ γοῦν τὸν πολύευκτον ἡμῖν τῆς ἐνανθρωπήσεως κατασημαίνων καιρὸν, μᾶλλον δὲ ὡς ἤδη καθ' ἡμᾶς γεγονὼς, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος προανακεκράγει λέγων· «Αὐτὸς ὁ λαλῶν πάρειμι, ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά.» —»Πολυμερῶς γὰρ καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ,» δι' οὗ πάντες ἀνεθάλλομεν εἰς ἀφθαρσίαν καὶ ζωήν. Ἀφίκετο γὰρ πρὸς ἡμᾶς «ὡς ὥρα ἐπὶ τῶν ὀρέων.» Καὶ τί δὴ τοῦτό ἐστι; Τὰ γὰρ ἐν ὄρεσί τε καὶ παραδείσοις φυτὰ, χειμῶνος αὐτοῖς ἐνιέντος τὴν πύκνωσιν, καὶ τὴν ἐκ ῥίζης ἰκμάδα διαθεῖν εἰς τὸ ἄνω πλουσίως οὐκ ἐπιτρέποντος, μονονουχὶ καὶ αὐαίνεται, καὶ ἀκαρποῦται, φύλλων νοοῦντα τὴν ἐρημίαν. Ἀναδεδειγμένης δὲ τῆς ὥρας, τουτέστιν ἠρινοῦ γελῶντος καιροῦ, καὶ θερμοτέραις ἀκτῖσιν ἡλίου τὰ σύμπαντα καταθέροντος, ἁπλοῦται τὸ μεμυκὸς, καὶ τῆς ἐκ βάθους ἰκμάδος ἐλευθέραν ἐχούσης τὴν εἰς ἅπαν ἤδη διαδρομὴν, μεθύουσι μὲν οἱ κλῶνες, ἀρτιθαλῆ δὲ φυλλάδος προαναβράττοντες χλόην, εὐθὺς τῷ ἰδίῳ στεφανοῦνται καρπῷ. Γέγονε τοίνυν ἡμῖν ὡς ὥρα ἐπὶ τῶν ὀρέων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Γένοιτο δ' ἂν καὶ τοῦτο σαφὲς καὶ δι' ἑτέρων ἡμῖν ἱερῶν Γραμμάτων. Ἐν γάρ τοι τῷ ᾌσματι τῶν ᾀσμάτων τὸ τοῦ νυμφίου πρόσωπον εἰσκεκόμισται, καθάπερ τινὶ νύμφῃ τῇ Ἐκκλησίᾳ βοῶντος· «Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου, περιστερά μου, ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ· τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθασε.» Γέγονε δὲ πρὸς τοῦτο καὶ «ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά.» Ὠμοτάτων μὲν γὰρ ἔσθ' ὅτε βαρβάρων μυρίανδροι στρατιαὶ, πόλιν ἢ χώραν καταδῃοῦν γλιχόμεναι, πολέμου πρόφασιν ποιοῦνται τὴν ἀπληστίαν· διαπιπτούσης δὲ τῆς ἐλπίδος αὐτοῖς εἰς τὸ ἐναντίον, καλοὶ λίαν οἱ πόδες τοῦ τὴν εἰρήνην τοῖς κινδυνεύουσιν ἀπαγγέλλοντος. Τοιουτονί τινα τρόπον καὶ τὰ ἐφ' ἡμῖν αὐτοῖς καταθρήσαι τις ἂν κατωρθω-