Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.705
Not analysed yet
ταύτης τῆς ἀτοπίας. Οἱ μὲν γὰρ οὕτω φρονεῖν ἐξ ἀμαθίας τετολμηκότες, καὶ τὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην ἀρνούμενοι, ἀκούσονται τοῦ προφήτου λέγοντος· «Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ φλογὶ, ᾗ ἐξεκαύσατε.» Ἐποιμώξει δὲ αὐτοῖς καὶ ἡ Σοφία λέγουσα· «Ὢ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας, τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους.» Ἡμεῖς δὲ παρέντες τροχιὰν τὴν διεστραμμένην, τὴν ἐπ' εὐθὺ βαδιούμεθα, ταῖς θεοπνεύστοις ἑπόμενοι Γραφαῖς· καίτοι δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν γενόμενον ἄνθρωπον, οὐχ ὡς ἐν ἀνθρώπῳ γεγονότα προσκυνήσωμεν, ἀλλ' ὡς αὐτοκαταφύσιν γενόμενον ἄνθρωπον. Ὡς γὰρ ὁ μακάριος Ἰωάννης φησὶ, καὶ ὡς αὐτὴ τῶν πραγμάτων μεμαρτύρηκεν ἡ φύσις, «Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Γέγονε δέ φαμεν σάρκα τὸν Λόγον, καὶ οὐκ εἰς τὴν τῆς σαρκὸς φύσιν μετακεχωρηκέναι. Τροπὴ γὰρ τοῦτό γε, καὶ θεοπρεποῦς ἀξίας ἀλλότριον. Ἀλλ' ὅτι γεγένηται μὲν ἐκ γυναικὸς, καὶ γέγονε καθ' ἡμᾶς τέλειος ἄνθρωπος, ὅλῃ τῇ φύσει συγκεκραμένος, καθ' ἕνωσιν δέ φημι τὴν ὑπὲρ νοῦν καὶ λόγον. Κεχρημάτικέ τε μεσίτης Θεοῦ καὶ ἀνθρώπων, συνείρων δι' ἑαυτοῦ τὰ τῆς ἀλλήλων ὁμογενείας φυσικοῖς εἰργόμενα λόγοις. Ἐξῆπτε μὲν γὰρ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὡς Θεός. Ἐπελάβετο δὲ καὶ ἡμῶν, καθὸ γέγονεν ἄνθρωπος· ἀλλ' οὐκ ἂν ἀπολισθήσειε τοῦ εἶναι Θεὸς, διὰ τὸ ἀνθρώπινον· ἀλλ' ἔστι καὶ οὕτω Θεὸς, οὐ παραχωρούσης τὸ νικᾷν τῇ σαρκὶ τῆς ὑπὲρ πάντα θεότητος, ἀνακομιζούσης δὲ μᾶλλον εἰς ἰδίαν δόξαν τὸ προσληφθέν. Τοιγάρτοι καὶ ὁ σοφὸς Ἰωάννης, καίτοι γεννηθέντα διὰ γυναικὸς ἐπιστάμενος, οὐ κάτωθεν αὐτὸν, οὐδὲ ἐκ γῆς, ἄνωθεν δὲ μᾶλλον ἀφῖχθαί φησιν· «Ὁ γὰρ ἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἐστὶν,» ἀνακεκράγει σαφῶς. Διαῤῥίπτοντες τοίνυν ὡς ποῤῥωτάτω τὰ γραώδη τῶν ἀπίστων καὶ ψυχρὰ μυθάρια, τὸν ἑαυτῶν Δεσπότην ἐπιγνωσώμεθα, καὶ εἰ γέγονεν ἄνθρωπος. Ἰουδαῖοι μὲν γὰρ οἱ τάλανες, τὸ τῆς εὐσεβείας ἠγνοηκότες μυστήριον, ἀνθ' ὅτου διώκουσι καὶ λελυττήκασιν ἀκρατῶς, ἐρομένου Χριστοῦ, ἀμαθαίνοντες ἔφασκον· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν.» Διακεισώμεθα δὲ οὐχ οὕτως ἡμεῖς. Οὐ γὰρ ἄνθρωπος ὢν εἰς τὴν τῆς θεότητος ἀναπεφοίτηκε δόξαν, ἀλλὰ Θεὸς ὢν φύσει, γέγονεν ἄνθρωπος. Ποῦ γὰρ ἔτι κεκένωκεν ἑαυτὸν, κατὰ τὰς Γραφάς; Θεὸς οὖν ἄρα ὑπάρχων γέγονεν ἄνθρωπος· τεθεοποίηται γὰρ οὐδαμῶς ἄνθρωπος ὤν. Διὰ τοῦτό ἐστι καὶ προσκυνεῖσθαι πρέπων, καὶ εἰ νοοῖτο μετὰ σαρκός. Ὁ μὲν γὰρ μακάριος ἔψαλλε Δαβίδ· «Ὁ Θεὸς ἐμφανῶς ἥξει· ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.» Ὁ δὲ θεσπέσιος Θωμᾶς ψηλαφήσας τοὺς τύπους τῶν ἥλων, καὶ λοιπὸν ἐπιγνοὺς ὡς Θεὸν, προσεκύνει λέγων· «Ὁ Κύριός μου καὶ ὁ Θεός μου.» Καὶ τὸ Θεῖόν ἐστιν ἀναφὲς καὶ ἀόρατον· ἀλλ' ἐπεδήμησεν ἐμφα-