Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.708
Not analysed yet
νῶς, ὡς οὐχ ἕτερος ὢν ὁ Λόγος παρὰ τὴν ἑαυτοῦ σάρκα καὶ τὸν ἐκ Παρθένου ναὸν, ἀλλ' ὡς ἓν σὺν αὐτῇ νοούμενος· καθ' ἕνωσιν δὲ δηλονότι, καθ' ἣν καὶ λέγεται γεγονέναι σάρξ. Τοῦτον ἠτίμησαν οἱ τάλανες Ἰουδαῖοι, καίτοι λέγοντα σαφῶς· «Ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον·» καὶ, «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου·» καὶ, «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή.» Ἀλλ' οὐδὲν τῶν τοιούτων ὑπολογισάμενοι, θυμῷ δὲ καὶ φθόνῳ τὸ νικᾷν ἐπι[ς]τρέψαντες, τελευτῶντες ἐσταύρωσαν. Πλὴν ἐπ' ἀνηνύτοις τολμήμασιν ἁλοῦσιν αὐτοῖς, ἐπηρᾶτο λέγων ὁ Ψαλμῳδός· «Κύριε, ἐν ὀργῇ σου συνταράξεις αὐτοὺς, καὶ καταφάγεται αὐτοὺς πῦρ· τὸν καρπὸν αὐτῶν ἀπὸ τῆς γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων. Ὅτι ἔκλιναν εἰς σὲ κακά· διελογίσαντο βουλὴν ἣν οὐ μὴ δύνωνται στῆναι.» Οὐ γὰρ ἦν ἐφικτὸν τοῖς τοῦ θανάτου δεσμοῖς ἐνέχεσθαι τὴν ζωήν. Ἐγήγερται γὰρ ἐκ νεκρῶν, σκυλεύσας τὸν ᾅδην, καὶ εἰρηκὼς «τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε.» Ὁδοποιήσας δὲ τῇ ἀνθρώπου φύσει τὸ παλινδρομεῖν εἰς ζωὴν, ἐμφανῆ τε ἑαυτὸν καταστήσας τοῖς ἁγίοις μαθηταῖς, καὶ τῆς οἰκουμένης αὐτοὺς καταστήσας μυσταγωγοὺς, καὶ βαπτίζειν ἐπιτάξας εἰς ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, ἀνέβη πρὸς τὸν Πατέρα, πρωτόλειον ὥσπερ τι καὶ ἀπαρχὴ τῶν κεκοιμημένων, καὶ τοῖς ἄνω φαινομένοις πνεύμασιν, ἵνα βάσιμον καὶ ἡμῖν αὐτοῖς καταστήσῃ τὸν οὐρανόν. Καὶ γοῦν ἔφασκε τοῖς ἁγίοις μαθηταῖς· «Πορεύσομαι, καὶ ἑτοιμάσω ὑμῖν τόπον· καὶ πάλιν ἥξω, καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν· ἵνα ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὑμεῖς μετ' ἐμοῦ ἦτε.» Ἐπ' οὖν τούτοις ἅπασιν ἑορτάζοντες, ἀναγκαίως ἁγνιζώμεθα πόνοις, καὶ ταῖς ἀσιτίαις κατανεκροῦντες τὴν σάρκα, μᾶλλον δὲ τὴν ἐν τῇ σαρκὶ καὶ ἐκ σαρκὸς ἡδονήν· ἵνα καθαροὶ καθαρῶς τῷ ἁγίῳ Θεῷ συναπτόμενοι διὰ μεσίτου Χριστοῦ, καὶ τῆς τῶν ἁγίων λαμπρότητος ἀξίους ὄντας ἑαυτοὺς ἀποφήνωμεν. Προστιθέντες δὲ τῇ νηστείᾳ καὶ τὰ ἐκ πράξεων ἀγαθῶν αὐχήματα, κατελεήσωμεν χήρας, ὀρφανοὺς ἐπισκεψώμεθα, διαθρύψωμεν πεινῶντι τὸν ἄρτον, ἀμφιέσωμεν τὸν γυμνὸν, τοὺς ἐν δεσμοῖς ἐπισκεψώμεθα, πτωχοὺς ἀστέγους εἰσαγάγωμεν εἰς τὸν οἶκον, καὶ ἁπαξαπλῶς πᾶν εἶδος ἐπιτηδεύσωμεν ἀρετῆς. Τότε γὰρ, τότε νηστεύσωμεν καθαρῶς· ἀρχόμενοι τῆς ἁγίας Τεσσαρακοστῆς ἀπὸ τρισκαιδεκάτης τοῦ Φαμενὼθ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ ὀκτωκαιδεκάτης τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ τρίτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τετράδι καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, συνάπτοντες δὲ καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς, κατὰ τὴν τοῦ θείου νόμου διάταξιν. Οὕτω γὰρ ὀρθοῖς καὶ ἀγαθοῖς ἔργοις κοσμούμενοι, τὴν τῶν οὐρανῶν βασιλείαν κληρονομή-