Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.712
Not analysed yet
ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.» Ἐπειδὴ γὰρ τῷ φρονήματι τοῦ πνεύματος τὸ μισαρὸν δὴ τοῦτο καὶ φιλήδονον ἀνταίρει σαρκίον, ἀῤῥωστοῦν ἐν ἑαυτῷ τῆς ἁμαρτίας τὸν νόμον, καὶ κατερεθίζον ἀεὶ πρὸς ἃ νενευκότας, τὴν ἐπὶ τοῖς ἀμείνοσι δόξαν ἀπεμπολᾷν ἀναγκαῖον· φέρε τῶν αἰσχιόνων προθέντες τὸ ὠφελοῦν καὶ ψήφῳ θείᾳ τετιμημένον, νήψει τε καὶ ἐπιεικείᾳ, τὸ μὲν ἀτίθασσον τῆς σαρκὸς κατευνάζωμεν κίνημα, φίλην δὲ ὥσπερ ποιώμεθα τὴν ἐγκράτειαν· καὶ τὰς ὁμόρους αὐτῇ καὶ γείτονας ἀρετὰς, τὴν ἀνδρίαν φημὶ, τὴν δικαιοσύνην, τὴν φρόνησιν, ὥσπερ τινὰ στέφανον ἠρινοῖς καὶ εὐοσμοτάτοις ἄνθεσιν εἰς εἶδος τὸ ἐκπρεπὲς εὖ μάλα συνειλεγμένον, ταῖς ἑαυτῶν ἀνάψωμεν κεφαλαῖς· καὶ πάντα ῥύπον ἀπονιψάμενοι, καθαροὶ καθαρῶς ὁμοῦ τῇ νηστείᾳ τὴν τοῖς ἁγίοις πρεπωδεστάτην θεραπείαν ἐπιτελέσωμεν. Τότε γὰρ, τότε, λαμπροῖς οἷάπερ ἐσθήμασι τοῖς ἐξ ἀρετῶν αὐχήμασι κατηγλαϊσμένοι, τῆς οὐρανίου συμμεθέξομεν ἑορτῆς· οὐ τὴν ἀπευκτὴν ἐκείνην ἀκούοντες φωνὴν, ἣν ἐπί τινι τῶν κεκλημένων εἴρηκεν ὁ Σωτήρ· «Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε, μὴ ἔχων ἔνδυμα γάμου;» Καιρῷ γὰρ ἁρμόζεσθαι, σοφόν. Γέγραπται δὲ, ὅτι «Καιρὸς παντὶ πράγματι, καὶ πάντα καλὰ ἐν καιρῷ αὐτῶν.» Καὶ πρός γε τούτοις ἐκεῖνο πῶς οὐκ ἄξιον ἐννοεῖν; Ἆρα εἴ τις ἡμᾶς τῶν ἐν δόξῃ περιφανεστέρᾳ, καὶ ταῖς εἰς ἄγαν ὑπεροχαῖς ἐκτετιμημένων, ὡς αὐτὸν παρελθεῖν ἐκέλευε ἑορτῆς αὐτῷ συμμεθέξοντας, ἣν ἂν ἕλοιτο τελεῖν ἐπί τισι τῶν γνωρίμων, οὐ λαμπροὶ καὶ εὐείμονες ἀφίκοντο ἂν ἐπὶ τὴν ἑστίαν οἱ δαιτυμόνες; Δρῷεν γὰρ ἂν ὧδε τῆς τοῦ κεκληκότος φιλοτιμίας ἄξιον· Εἶτα πῶς τοῦτο ἀμφίλογον; Ὅτε τοίνυν τὸ μὴ ἐσκευᾶσαι λαμπρῶς τοῖς ἑορτάζουσιν οὐκ ἀζήμιον, πῶς οὐκ ἀπόχρη πρὸς ἔλεγχόν τε καὶ δίκην τοῖς τὴν θείαν ἀτιμάζουσι κλῆσιν, τὸ τῆς κατὰ νοῦν φαιδρότητος ἀμοιρῆσαι δοκεῖν; Οἳ μονονουχὶ ῥυπῶντες ἔτι καὶ ὀδωδότες, καὶ ταῖς τῶν ἁγίων σπουδαῖς ἀσυμφυᾶ τε καὶ ἀσύμβατον ἐπιτηδεύοντες βίον, πῶς εἶεν αὐτοῖς ἐναρίθμιοι; καίτοι λέγοντος ἀναφανδὸν τοῦ Χριστοῦ περὶ τῆς κατὰ καιροὺς ἐσομένης οἰκονομίας· «Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν.» Ἐῤῥέτω δὴ οὖν ἡ τῶν ἐν κόσμῳ πραγμάτων ἀνοσία κοιλίς· καὶ συνοιχέσθω πορνεία, καὶ πλεονεξία, καὶ φθόνος, ψιθυρισμὸς καὶ καταλαλιὰ, καὶ ἀπάτη, καὶ δόλος. Συνθλᾶται γὰρ οὕτω τοῖς ἐκ φαυλότητος αἰτιάμασι καὶ ἡ παμμόχθηρος δίκη, ταῖς τῶν φιλαμαρτημόνων ἐφεδρεύουσα κεφαλαῖς· ἀνατελεῖ δὲ ὥσπερ τὰ ἐφ' οἷς ἂν εἰκότως ἐπισεμνύνοιτό τις· συνεσόμεθά τε τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ· καὶ μώμου παντὸς ἐλευθέραν ἔχοντες δόξαν, τὸ ταῖς τῶν ἁγίων ἀγέλαις συναυλίζεσθαι δεῖν, ἀποκερδανοῦμεν εὐκόλως. βʹ. Οὐκοῦν ἁρμοστὴν ὥσπερ τινὰ, καὶ τῶν ἀρίστων εἰσηγητὴν, εἰσδεξώμεθα πάλιν Ἰωάννην λέγοντα