Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.709
Not analysed yet
σομεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ ΙΔʹ. αʹ. Ἱεροὶ μὲν ἄνωθεν ὑμνήκασι λόγοι τῆς ἁγίας ἡμῶν ἑορτῆς τὰ συνθήματα· γεγωνὼς δὲ καὶ διαπρύσιος, ὅτι προσῆκεν ἀνακραγεῖν ἐπ' αὐτῇ, θεσμοθετοῦσι, λέγοντες· «Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν.» Ἐξῃρημένης δὲ ἤδη τῆς κατὰ νόμον σκιᾶς, καὶ μὴν καὶ εἰς ἐναργῆ καὶ ἐμφανεστέραν πραγμάτων δήλωσιν μετεῤῥυκότος τοῦ γράμματος, παρέντες ὡς ἕωλον καὶ ἀχρεῖον ἤδη πως τὸ τοῖς ἀρχαίοις ἐξευρημένον ἐν σκιᾷ τε καὶ τύποις, τὴν ἀσημοτέραν φημὶ τῶν σαλπίγγων ἠχὴν, τὴν ἀκριβῆ τε καὶ εὔρυθμον τοῦ κηρύγματος χρείαν τοῖς τῆς ἑορτῆς συνθήμασιν ὑπηρετεῖν ἀναπείθωμεν. Νεομηνία γὰρ ἤδη φαίνεται, τουτέστιν, ὁ καινουργός τε καὶ νέος τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναστάσεως ἀνίσχει καιρός. «Εἴ τις γὰρ ἐν Χριστῷ καινὴ κτίσις,» κατὰ τὸ γεγραμμένον, «καὶ τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ πάντα γέγονε καινά.» Οὐκοῦν (ἰέναι γὰρ δὴ κατ' εὐθὺς τοῦ πρέποντος οἰήσομαι δεῖν), «Ἁγιάσατε νηστείαν,» κατὰ τὴν τοῦ προφήτου φωνήν. Τὸ δὲ ἁγιάζειν ἐστὶ τὸ καθιεροῦν, καὶ ὥσπερ τι τῶν ἐν λόγῳ προσκομίζειν ἀναθημάτων τῷ τῶν ὅλων κρατοῦντι Θεῷ. Οἱ μὲν οὖν ἐμπειροπόλεμοι, καὶ ἐκμελετᾷν ἑτέρους εἰδότες τὰ τακτικὰ, καιροῦ καλοῦντος εἰς μάχην, ἐκπεριθέουσι μὲν τῶν σφετέρων τὰς φάλαγγας· προσεκπέμπειν δὲ τὸ δεῖμα τῆς διανοίας προστάττουσι, καὶ ὅτι προσήκει γενναίους προ[ς]αναφαίνεσθαι τῆς εἰς πόνους ἐμβολῆς, διὰ μυρίων ὅσον αὐτοὺς ἀναπείθουσι λόγων. Ἐγὼ δὲ δεῖν οἰήσομαι πάλιν τοῖς οὐκ ἀμελέτητον ἔχουσι τὴν ἀρετὴν, ἀλλ' ἐν τοῖς ὅτι μάλιστα τετιμημένοις τὸ ἱδροῦν ὑπὲρ αὐτῆς εὖ μάλα πεποιημένοις, πρόκλησιν ὥσπερ τινὰ τῆς ἔν γε τούτῳ σπουδῆς, τὸν διαθήγειν εἰδότα καταθέσθαι λόγον. «Καιρὸς γὰρ ἤδη ποιῆσαι τῷ Κυρίῳ,» κατὰ τὸ γεγραμμένον. Ποιῆσαι δὲ τί; τὸ κατανδρίζεσθαι παθῶν· τὸ ἐκνεκροῦν ἡδονὰς, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ὁσίως τεθαυμασμένων καταρυθμίζειν τὸν νοῦν, τῇ τῶν ἁγίων παντευχίᾳ χρωμένους· ἐφ' ᾗ καὶ ὁ πανάριστος ἡμῖν κατεσεμνύνετο Παῦλος· «Ὑποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ· μή πως τοῖς ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.» Χρῆμα μὲν γὰρ δυσαχθές τε καὶ δύσοιστον ὁμολογουμένως, ὁ ἐπὶ ταῖς ἀσκήσεσι πόνος· πλουτεῖ δὲ καρποῖς τοῖς εἰς ἀρετήν τε καὶ εὐκοσμίαν, καὶ τῇ τοῦ χείρονος ὀλίγῃ ζημίᾳ, τὸ ἀσυγκρίτως ἄμεινον ὠφελεῖν. Καὶ τοῦτο σαφὲς καταστήσει λέγων ὁ μακάριος Παῦλος· «Εἰ γὰρ ὁ ἕξω