Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.725
Not analysed yet
Μωσέως ἐτύπου νόμος· «Κύριον γὰρ, φησὶ, τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. —Εἷς γὰρ ἐν ἡμῖν Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα. —Ἦν μὲν γὰρ ἐν ἀρχαῖς ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· γέγονε δὲ πάντα δι' αὐτοῦ, καὶ χωρὶς αὐτοῦ γέγονεν οὐδὲ ἕν.» Καὶ οὐ δή πού φαμεν, ὡς ἐπί τοι δι' αὐτοῦ τὰ πάντα ἐγένετο, κατὰ τὰς Γραφὰς, τάξιν ἔχει τὴν ὑπουργικὴν καὶ ὀργανικὴν, ὥσπερ τινὰ χρείαν συνεισενέγκαι τῷ Πατρὶ, δημιουργοῦντι τὰ πάντα. Ταυτὶ γὰρ ἂν εἶεν ἀνοσίου γνώμης ἀποβάσματα, καὶ τῆς τῶν ἑτεροδόξων μανίας εὑρήματα. Ἐπειδὴ δέ ἐστιν αὐτὸς καὶ σοφία καὶ δύναμις τοῦ Θεοῦ καὶ Πατρὸς, δι' αὐτοῦ τὰ πάντα καλεῖται πρὸς γένεσιν, καὶ κεκλημένα σώζεται πρὸς τὸ εὖ εἶναι διακρατούμενα. «Ὁ μὲν γὰρ Θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων·» γέγραπται γὰρ ὡδί· οὐδὲ ἔστι ᾅδου βασίλειον ἐπὶ γῆς· «Ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου· φθόνῳ δὲ διαβόλου, θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.» Παρώλισθε γὰρ ἡ ἀνθρώπου φύσις, τῆς εἰς Θεὸν αἰδοῦς ἀλογήσασα, καὶ κατεκομίσθη πρὸς ἁμαρτίαν. Συνεισέδυ δὲ ὥσπερ τοῖς εἰς ἁμαρτίας ἐγκλήμασι τὸ ἐκτεθνάναι δεῖν, καὶ τὸ τῆς φθορᾶς εἰσδέχεσθαι κράτος. Ἤκουσε γὰρ εὐθύς· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Ἀγαθῷ δὲ ὄντι, τῷ [f. τὸ] κατὰ φύσιν, τῷ πάντων Δημιουργῷ, μεταπλάττειν τὸ ζῶον πρὸς ἀφθαρσίαν ἐδόκει, καὶ ταῖς εἰς εὐσέβειαν ἀναμορφώσεσι ἀναστοιχειοῦν εὖ μάλα πρὸς τὸ ἐν ἀρχαῖς ἀκήρατον κάλλος. Ταύτῃ τοι γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· καὶ μορφὴν μὲν ὑπέδυ τὴν καθ' ἡμᾶς, τό γε μὴν εἶναι Θεὸς ἀναπόβλητον ἔχει. Τροπὴν γὰρ οὐκ οἶδεν ἡ παντὸς ἐπέκεινα νοῦ καὶ ἀνωτάτω φύσις. Μεμένηκε τοίνυν ὃ ἦν καὶ μετὰ σαρκὸς, καὶ καθεὶς ἑαυτὸν εἰς κένωσιν οἰκονομικὴν, κατὰ τὸ γεγραμμένον, «Ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη,» μεταρυθμίζων εἰς ἁγιασμὸν, δικαιῶν τῇ πίστει τὸν προσερχόμενον, τῆς τῶν οὐρανῶν βασιλείας ἀναπετάσας τὴν πύλην, εἰσηγούμενος τὰ συμφέροντα, παραδεικνὺς τὴν ἀλήθειαν. Καὶ φῶς μὲν τὸ θεῖον ἐνιεὶς, διὰ δὲ τῆς δρωμένων μεγαλουργίας, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ, καὶ εἰ γέγονε σὰρξ, ἐμφανὲς τοῖς ἀντίφροσι καθιστάς. Τοιγάρτοι καὶ ἔφασκεν· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετε μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Ἦν μὲν γὰρ ὁλκὸς εἰς εὐπείθειαν ὁ λόγος· καὶ ἡ τῆς θεοσημείας ἀποχρῶσα λίαν εἰς ἀπόδειξιν ἐναργῆ τοῦ κατὰ φύσιν Θεὸν αὐτὸν εἶναι. Ἀλλ' οὐκ ἐδόκει φρονεῖν ὀρθὰ τοῖς ἐξ Ἰσραήλ· τὸν γάρ τοι Σωτῆρα τῶν ὅλων καὶ Λυτρωτὴν, ταῖς εἰς τὸ ἄγαν εὐπειθείαις ὑβρίζοντες, μακροὺς διατετελέκασι χρό-