Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.728
Not analysed yet
νους, καὶ τελευτῶντες ἐσταύρωσαν, «πονηρὰ ἀντὶ ἀγαθῶν ἀποδιδόντες αὐτῷ,» κατὰ τὸ γεγραμμένον· καὶ τοῖς τοῦ διαβόλου νεύμασιν ἀμελλητὶ συνθέοντες. Ἆρ' οὖν ἀπομεμένηκεν ἐν νεκροῖς, καὶ μεθ' ἡμῶν τὸν ἀνθρώπινον ὑπομείνας θάνατον, τοῖς τῆς ἐπεισάκτου φθορᾶς ἐνεσχέθη βρόχοις; Οὐμενοῦν. Ζωὴ γὰρ ἦν κατὰ φύσιν, καὶ ἀνεβίω τριήμερος, ἀρχὴ καὶ θύρα καὶ ὁδὸς τῇ ἀνθρώπου φύσει κἀν τούτῳ γενόμενος. Ἐπειδὴ δὲ ἀνεβίω, σκυλεύσας τὸν ᾅδην, πρὸς τὸν ἐν τοῖς οὐρανοῖς ἀνέβη Πατέρα καὶ Θεόν· ἥξει τε κατὰ καιροὺς, καθὰ πιστεύομεν, μετὰ τῶν ἁγίων ἀγγέλων, καὶ καθιεῖται μὲν ἐπὶ θρόνου δόξης αὐτοῦ, διανεμεῖ δὲ ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. Οὐκοῦν ἑορτάζωμεν, ἐξῃρημένου θανάτου, καὶ ἀναιρεθείσης φθορᾶς, προκαταργηθείσης δὲ τῆς ἁμαρτίας διὰ τῆς πίστεως, καὶ προκειμένης μὲν ἡμῖν οὐρανῶν βασιλείας· προσδοκωμένης καὶ οὕτως ἐλπίδος λαμπρᾶς. Ἐπειδὴ δὲ παραστησόμεθα τῷ κριτῇ λόγους ἀποδώσοντες τῆς ἑαυτῶν ζωῆς, φροντίσωμεν ἐπιεικείας. Ἐπιμελησώμεθα δικαιοσύνης, ἀγάπης, φιλαλληλίας, πραότητος, ἐγκρατείας, καὶ ἁπαξαπλῶς ἁπάσης ἀρετῆς. Ἐπισκεψώμεθα χήρας, ὀρφανοὺς ἐλεήσωμεν, τοὺς ἐν ἀῤῥωστίαις σωματικαῖς ταῖς ἐνδεχομέναις ἀνακτησώμεθα θεραπείαις, ἐπισκεψώμεθα δεσμίους. Οὕτω γὰρ, οὕτω πᾶσαν ἀποβαλόντες κηλῖδα, καὶ ὀρθῇ διαπρέποντες πίστει, καθαρῶς ἑορτάσωμεν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ πέμπτης τοῦ Φαμενὼθ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ δεκάτης τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ πεντεκαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ Σαββάτου, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ ἑκκαιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ, οὕτω τοῖς θείοις ἐντρυφήσομεν λόγοις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ ΙΕʹ. αʹ. «Δεῦτε πάλιν, ἀγαλλιασώμεθα τῷ Κυρίῳ.» Καιρὸς γὰρ ἤδη πως ἑορτάζειν, ἀγαπητοὶ, καὶ εἰς πανδαισίαν ἡμᾶς τὴν πνευματικὴν εὖ μάλα συνενεγκεῖν· μονονουχὶ δὲ καὶ τὴν τοῦ Ψάλλοντος λύραν συνανακραγεῖν ἀστείως· «Κατατρύφησον τοῦ Κυρίου, καὶ δῴη σοι πάντα τὰ αἰτήματα τῆς καρδίας σου.» Ἀποπερανοῦμεν δὲ τὸ κεκελευσμένον, οὐκ ὀψοποιῶν καρυκεύμασι γαστέρα καταπιαίνοντες, ἀλλ' οὐδὲ κύλιξι ταῖς συχναῖς καὶ ταῖς ἐπέκεινα μέτρου καταθολοῦντες τὸν νοῦν· ἱεροῖς δὲ μᾶλλον καὶ θείοις ἐνσπαταλῶντες λόγοις, καὶ εἰς νῆψιν ἔτι τὴν ἀμείνω καὶ τῆς ἐνούσης ἀεὶ τὴν προφερεστέραν τὸν τῆς διανοίας