Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.752
Not analysed yet
σθαι προσήκει, τὸ ἱερὸν ἡμῖν ὑποσημῆναι Γράμμα, ἥκιστά γε μὴν τῆς τῶν ἐννοιῶν ὀρθότητος ἀπονοσφίζεσθαι φιλεῖν, παρεγγυᾷ, λέγων τὸ, «Οἴκει παρ' ἐμοί.» Ὀρθότης γὰρ πᾶσα μετὰ Θεοῦ, παρ' αὐτῷ τε καὶ ἐξ αὐτοῦ. βʹ. Οὐκοῦν ἠρινὸς μὲν τῷ Πάσχα καιρὸς πρέποι ἂν μάλιστα τῶν ἄλλων ἁπάντων, τῶν διὰ Χριστοῦ κατορθωμάτων τὴν δύναμιν καθάπερ πίνακι γράφων τοῖς ἐν αὐτῷ συμβαίνουσιν. Ἀνίσχει μὲν γὰρ καθαραῖς καὶ ἡμερωτάταις ἡλίου βολαῖς περιθάλπων τὴν γῆν, καὶ ταῖς τοῦ χειμῶνος ἐμβολαῖς μονονουχὶ καὶ ἐπιφωνῶν· Δότε δὴ, δότε λοιπὸν ὄρεσί τε καὶ νάπαις τοῖς εὐπρέμνοις κατακαλλύνεσθαι δρυμοῖς, καὶ τοῖς τῶν πεδίων ἐψιλωμένοις ἁπαλῇ καὶ ἀρτιφανεῖ περιανθίζεσθαι πόᾳ. Καὶ ἐναβρυνέσθω μὲν ἤδη λειμῶσι τὸ κρίνον, γελάτω δὲ καὶ ἐν κήποις τὰ εὐοσμότατα τῶν ἀνθέων, ἀπαιρέτω καὶ αὐτὴ τῶν σίμβλων ἡ μέλιττα, καὶ περιβομβείτω τοὺς ἀγροὺς, οὐ ῥαγδαίων αὐτῇ παρενοχλούντων· οὐχ ὑετοῦ καταστάζοντος, καὶ παραιρουμένου τὴν πτῆσιν. Ἰσχνὸν γὰρ αὐταῖς καὶ καμάτων ἄηθες τὸ πτερόν. Ἀνείσθωσαν δὲ ἤδη σηκῶν μὲν ἀγέλαι· καὶ δὴ καὶ μητέρας ἀμνοὶ τρυφεροῖς καὶ ἀρτιπαγέσι περισκαίροντες ποσὶ, τῆς πολυειδοῦς κατορχείσθωσαν πόας. Δρεπάνη δὲ τοῖς ἀμπέλοις ἐπιθηγέτω λοιπὸν ὁ ταῦτα τεχνίτης. Εἰ δὲ καὶ αὐτοῖς ὁ λόγος τοῖς καιροῖς τὴν καθ' ἡμᾶς οἱονεί πως ἀπονέμει φωνὴν, ἐπιτιμάτω μηδείς. Πεπαιδεύμεθα γὰρ ἐξ ἱερῶν καὶ τοῦτο Γραμμάτων. Καὶ γοῦν ὁ μὲν θεσπέσιος Ψαλμῳδός· «Οἱ οὐρανοὶ, φησὶ, διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.» Συγκεχώρηκε δέ που καὶ ὁ προφήτης Ἡσαΐας καὶ αὐταῖς θαλάσσαις ἀριστοεπεῖν, καὶ ἀτρεχῆ τινα λόγον μονονουχὶ καὶ ἐρεύγεσθαι δοκεῖν. Ἔφη γὰρ οὕτω· «Αἰσχύνθητι, Σιδὼν, εἶπεν ἡ θάλασσα· ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν· Οὐκ ὤδινον, οὐδὲ ἔτεκον, οὐδὲ ὕψωσα νεανίσκους, οὐδὲ ἔθρεψα παρθένους.» Καὶ οὐ δή πού φαμεν καιροῖς καὶ θαλάσσῃ μετεῖναι λόγον. Λῆρος γὰρ ἤδη τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. Τὸ δὲ εὔχαρί τε καὶ ἀναγκαῖον εἰς ὄνησιν τοῖς ἀκροωμένοις φιλοθηρεῖν σπουδάζοντες, τῇ τοῦ λόγου στεφανοῦμεν χρείᾳ, καὶ ὅσα λόγου κατὰ φύσιν ἐστέρηται. Φέρε δὴ οὖν κατ' εὐθὺ τοῦ πρέποντος, τὴν τῶν νοημάτων ἀποκομίζοντες δύναμιν, τοῖς ἐξ ἦρος ἀγαθοῖς συμβαίνοντα τὰ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας δεικνύωμεν κατορθώματα. Μονονουχὶ δὲ τοῖς ἐν αἰσθήσει γραφόμενον τὸ τῆς θείας χάριτος καταθρήσωμεν κάλλος. γʹ. Ἀχλύϊ μὲν γὰρ καὶ σκότῳ τὰ πάντα κατείληπτο· καὶ ὥσπερ τινὰ χειμῶνος κατήφειαν ἁπάσης, ὡς ἔπος εἰπεῖν, κατεσκέδασε τῆς ὑπ' οὐρανὸν ὁ πολυκέφαλος δράκων, τουτέστιν ὁ Σατανᾶς· καὶ ἀποψύχων εἰς νέκρωσιν τὸν ἑκάστου νοῦν, ἀνοσίων ἐπιτηδευμάτων ἐθελουργοὺς ἐπετέλει τοὺς ἐπὶ τῆς γῆς. Ἀλλ'