Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.753
Not analysed yet
οἴχεται μὲν ὁ χειμὼν, καὶ ὁ πάλαι βαθύς τε καὶ ἀμειδὴς ἀπελήλαται σκότος. Αὐγαὶ δὲ ἡμῖν ἀνίσχουσι καθαραὶ, καὶ ὁ τῆς δικαιοσύνης ἥλιος, τουτέστι Χριστὸς, νοηταῖς ἀκτίνων βολαῖς περιαστράπτει τὰ σύμπαντα, ὀνίνησί τε καὶ ἑτέρως· καταψύχεσθαι μὲν οὐκ ἔτι πρὸς ἁμαρτίαν ἐφιεὶς, ζέοντας δὲ μᾶλλον ἀποτελῶν τῷ πνεύματι, καθὰ καὶ αὐτός φησι Παῦλος ὁ ἀπόστολος θεσπέσιος. Καὶ γοῦν οἱ πρέμνοις ἐν ἴσῳ τοῖς ἀκαρπίαν ἠῤῥωστηκόσι, καὶ αὐτοῖς που τῆς ἄνθης ἐστερημένης ἀνεθάλλομεν εἰς ζωήν· εὔβοτα δὲ ὥσπερ καὶ χλόῃ ποικίλῃ κατεστεμμένα πεδία, πεπλουτήκαμεν τὰ εὐαγγελικὰ κηρύγματα· τῶν ἁγίων ἀποστόλων τὰς γραφὰς τὰς ἐν σκιαῖς καὶ τύποις τῆς ἀληθείας εἰκόνας, φημὶ δὴ τὰ Μωσέως, τὰς τῶν ἁγίων προφητῶν προαναφωνήσεις ἐπὶ Χριστῷ· δι' ὧν εἰς τὴν τοῦ μυστηρίου κατάληψιν εὖ μάλα παιδαγωγούμεθα. Ταύτην ἡμῖν τὴν εὐφυᾶ τε καὶ εὔβολον γῆν ἡ νοητὴ καὶ φιλεργεστάτη περιϊπτάσθω μέλιττα· τουτέστι σοφὴ καὶ φιλοπονωτάτη ψυχὴ ἐρανιζέσθω τρόπον τινὰ τὸ τελοῦν εἰς χρείαν αὐτῇ, τὴν ἐπί γε τῷ δύνασθαί φημι, καθάπερ γλυκὺ κηρίον τὴν ἀψευδῆ καὶ ἀμώμητον περὶ Θεοῦ γνῶσιν συναγείρειν ἐν ἑαυτῇ. Ἐν ταύτῃ «τῇ ἀγαθῇ πίονί τε νομῇ,» κατὰ τὴν τοῦ προφήτου φωνὴν, αἱ τῶν λογικῶν προβάτων ἡκόντων ἀγέλαι· καὶ ὁμοῦ μητράσιν ἀμνοὶ, τουτέστι, τοῖς τὴν ἕξιν ἁδροτέροις, οἱ νηπιάζοντες ἔτι πρὸς ἔφεσιν ἀρετῆς καὶ πνευματικῆς εὐρωστίας, τὸν οἰκεῖον ἀποτρέφοντες νοῦν, πειράσθωσαν ἀναφοιτᾷν «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.» Φαίην δ' ἂν ὅτι γελᾷ μὲν ὥσπερ ἐν κήποις τὰ κρίνα· ἀνέθαλλον γὰρ ἐν Ἐκκλησίαις, τοῖς εὐοσμοτάτοις τῶν ἀνθέων παραχωροῦντες οὐδὲν, οἱ πιστοὶ λελαμπρυσμένοι, καὶ τὴν Χριστοῦ δόξαν εὐωδιάζοντες. «Ἐνέστηκε δὲ τῆς τομῆς ὁ καιρός.» Ὅτι δὲ καὶ λίαν ἀμογητὶ καταθεῷτό τις ἂν ἐν οἷς ἔφην ἀρτίως τὰ Χριστοῦ κατορθώματα, δεήσει μὲν εἰς ἀπόδειξιν οὐχ ἑτέρων, οἶμαι, μαρτύρων· ἀπόχρη δὲ λέγων αὐτὸς πρὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν· «Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου περιστερά· ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν· ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ· τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ ἡμῶν, καιρὸς τῆς τομῆς ἔφθασεν.» Οὐκοῦν «ἐν μηνὶ τῷ πρώτῳ» τελεῖσθαι δεῖν ἔφη τὸ Πάσχα Θεός, Πλὴν ἐν ἔτει δευτέρῳ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραήλ. Καὶ τί δή ποτε μὴ εὐθὺς ἐν ἀρχαῖς τοὺς ἐπὶ ταῖς πανηγύρεσιν ὡρίσαντο νόμους· ἀναγκαία δὲ ὥσπερ ἀνακωχὴ καὶ ἀνάκλησις παρεισκρίνεται, καὶ τοῖς οὕτω σεπτοῖς βραβεύειν τὴν μέλλησιν; Τί τὸ χρῆμα τῆς οἰκονομίας, καὶ ὁ τοῦ νομοθέτου σκοπὸς, ὅπουπερ ἂν βλέποι, πῶς οὐκ ἄξιον ἰδεῖν; δʹ. Ἔδει τοίνυν ταῖς τοῦ νόμου προεισβολαῖς παρα-