Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.757
Not analysed yet
έστι, τῆς Ἐκκλησίας, ἣν αὐτὸς ἡμῶν ὁ Σωτὴρ διεπήξατο, τῶν ἀρχαίων ἐκείνων παρῳχηκότων καιρῶν, καθ' οὓς ἐκράτει θάνατος, πεπαλαίωκέ τε τοὺς ἐπὶ τῆς γῆς ἡ ἁμαρτία, καὶ ὅλην κατὰ κράτος αἱρήσειν τὴν ὑπ' οὐρανὸν ὁ τῆς ἀνομίας εὑρετὴς ἐπαπειλεῖ λέγων· «Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔσται ὃς διαφεύξηταί με, ἢ ἀντείπῃ μοι.» Ἀλλ' ἦσαν ἐκείνῳ κόμπος ἁπλῶς, καὶ ἀλαζονείας ἐγκλήματα τῆς καθ' ἡμῶν πλεονεξίας οἱ λόγοι. Καὶ τῆς ἐλπίδος ἡμαρτηκὼς, διὰ πραγμάτων ἠλέγχετο. Σεσώσμεθα γὰρ ἐν Χριστῷ, καθάπερ ἔφην ἀρτίως, ἀναδεδειγμένης ἡμῖν τῆς ἁγίας σκηνῆς καιροῖς τοῖς καθήκουσι, καθ' οὓς εἰς καινότητα ζωῆς μεταστοιχειώμεθα, τὸν παλαιὸν ῥιπτοῦντες ἄνθρωπον σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Ἐκδείξειεν ἂν εὖ μάλα καὶ αὐτὸς ὁ τρόπος τῆς κατασκευῆς τῆς ἀρχαίας ἐκείνης σκηνῆς, τῶν διὰ Χριστοῦ θεσπισμάτων προεισθέοντα χρησίμως τὸν τοῦ νόμου καιρὸν, μεθ' ὃν ἦν ἀκόλουθον, τὸν ἀμείνω λοιπὸν ὁρᾶσθαι καὶ ἁγιώτερον, καὶ τελειοτέραν ἔχοντα πρὸς Θεὸν τὴν οἰκείωσιν. Οὐκοῦν νομομαθὴς ὢν ὁ Παῦλος καὶ πεπαιδευμένος κατὰ ἀκρίβειαν, ὡς αὐτός πού φησι, τῆς ἀρχαίας σκηνῆς καταγραφέτω τὸ σχῆμα, λέγων ὡδί· «Σκηνὴ γὰρ κατεσκευάσθη πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἁγία. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα, σκηνὴ λεγομένη Ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυσιαστήριον, καὶ τὴν κιβωτὸν τὴν περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης.» Ὁρᾷς ὅτι προτέθειτο τῆς δευτέρας καὶ ἐσωτάτω σκηνῆς ἡ ἐν πρώταις εἰσβολαῖς, ἐν ᾗ καὶ τὸ ἱερὸν κατείθιστο γένος, τὰς δι' αἱμάτων ποιεῖσθαι προσαγωγὰς, καὶ τῆς κατὰ νόμον λατρείας ἀποπεραίνειν τοὺς τύπους. Ἀλλ' ἦν ἡ δευτέρα τῆς πρώτης ἁγιωτέρα. Τοιγάρτοι καὶ ὠνομάζετο τὰ Ἅγια τῶν ἁγίων. Τίς οὖν ὁ λόγος τοῦ τῆς δευτέρας προκεῖσθαι τὴν πρώτην, καὶ τῆς ἐσωτάτω προεισβολὴν ὥσπερ τινὰ τετάχθαι τὴν ἐξωτέραν, σαφηνιεῖ πάλιν ὁ σοφώτατος Παῦλος. Ἔφη γὰρ οὕτω· «Τούτων δὲ οὕτω κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διαπαντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων· τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ ἁγίου, μή πω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν.» Βάσιμος μὲν γὰρ, ἔφην, ἡ πρώτη πολλοῖς· ἀπρόσιτος δὲ ἡ δευτέρα καὶ ἐσωτάτω, τὰ Ἅγια τῶν ἁγίων. Μόνος γὰρ εἰσέθει δι' ἔτους εἰσάπαξ ὁ τῶν ἱερῶν ὡς ταγμάτων ἡγούμενος, «οὐ χωρὶς αἵματος,» κατὰ τὸ γεγραμμένον. Πρόδρομος γὰρ ὑπὲρ ἡμῶν «εἰσῆλθεν