Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.756
Not analysed yet
χωρῆσαι καιροῖς τὸ Χριστοῦ μυστήριον. Ἦν γὰρ ἀναγκαῖον τῆς ἀληθείας τοὺς τύπους προαναφαίνεσθαι, καὶ τῶν ἀγώνων ὁρᾶσθαι πρεσβύτερα τὰ δι' αὐτοὺς γυμνάσματα. Εὐδοκιμεῖ στρατιώτης, εἰ πρὸ τῶν εἰς μάχην ἱδρώτων μελετῴη τὰ τακτικά. Ὁ δὲ τῶν ἐν παλαίστρᾳ τεχνίτης οὐκ ἂν γένοιτο λαμπρὸς, ἀνεπιτήδευτον ἔχων τὸ τληπαθεῖν ἐν αὐτοῖς. Ἢ γὰρ οὐχὶ καὶ ἡμῖν αὐτοῖς τῶν εἰς σοφίαν καὶ σύνεσιν παιδευμάτων ἀρχή τις ὥσπερ καὶ θύρα τῶν στοιχείων ἡ μάθησις; Ἀλλ', οἶμαι, σαφής τέ ἐστι καὶ ἀτρεκὴς ὁ λόγος. Συλλήψεται δὲ καὶ ὁ θεσπέσιος Παῦλος, ὡς ἐν εἴδει παραδειγμάτων· γάλα μὲν τοῖς ἔτι νηπίοις ὅτι μάλιστα πρέπειν εἰπὼν, προσάγεσθαι δὲ δεῖν τοῖς τελειωτέροις τὰ τῶν τροφείων ἁδρότερα. Ἔδει τοίνυν τοῖς ἀρχαιοτέροις, οὔπω πρὸς ἄνδρα τέλειον ἀναβεβηκόσι τοῦ πληρώματος τοῦ Χριστοῦ, νηπιοπρεπῆ δὲ μᾶλλον ἔχουσι γνώμην, τῆς στερεωτέρας τροφῆς προαπονέμειν τὸ γάλα. Ἔδει τῶν τελέων μαθημάτων εἰς νοῦν καὶ καρδίας προεισοικίσασθαι τὰ στοιχεῖα· καὶ τῆς ἐν Χριστῷ νοουμένης ζωῆς προεισκρίνεσθαι τὴν ἐν νόμῳ. Παιδαγωγὸς γὰρ ὁ νόμος δι' αἰνιγμάτων ἡμᾶς εἰς τὴν ἀμείνω καὶ προὔχουσαν ἀνακομίζων σύνεσιν. Ὅτι τοίνυν ἀναγκαία πρὸς ὄνησιν ἡ τῶν εὐαγγελικῶν θεσπισμάτων ἀνάβλησις ἦν, ὑπεμφήνειεν ἂν, καὶ μάλα ἰσχνῶς, τὸ μὴ ἐν πρώτῳ τυχὸν, ἀλλ' ἐν ἔτει τῷ δευτέρῳ θεσμοθετῆσαι Θεὸν τελεῖσθαι τὸ Πάσχα. Συλλήψεται δὲ τῷ λόγῳ κἀκεῖνο, οἶμαί που. Προστέταχε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς τῷ θεσπεσίῳ Μωσῇ τὴν ἀρχαίαν ἐκείνην διατεκτήνασθαί τε καὶ ἀναδεῖξαι σκηνὴν, οὐ καθ' ὃν ἂν βούλοιτο τρόπον αὐτὸς διεσκευασμένην, ἀλλ' ὡς ἂν ἔχειν παρὰ Θεοῦ προστάττοιτο· «Ὅρα γὰρ, φησὶ, ποιήσεις αὐτὴν κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει.» Ἐπειδὴ δὲ τὸ θεῖον εὐθὺ διεπεραίνετο θέσπισμα, καὶ ἐν κόσμῳ τῷ τελεωτάτῳ τὸ τεχνουργούμενον ἦν, πάλιν ἔφη Θεός· «Ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου, νουμηνίᾳ τοῦ μηνὸς, στήσεις τὴν σκηνήν.» Τούτοις δὲ προσεπάγει τὸ Γράμμα τὸ ἱερόν· «Καὶ ἐγένετο ἐν τῷ μηνὶ τῷ πρώτῳ, τῷ δευτέρῳ ἔτει, ἐκπορευομένων αὐτῶν εἰς Αἴγυπτον, νουμηνίᾳ ἐστάθη ἡ σκηνή.» Ἀκούεις ὅτι ἐν ἔτει τῷ δευτέρῳ, καὶ ἐν νουμηνίᾳ τοῦ πρώτου μηνὸς διεπήξατο τὴν σκηνήν; Τότε γὰρ, τότε καὶ ἀμνὸς ἐσφάζετο, τὸ ἱερὸν ἀληθῶς καὶ ἄμωμον θύμα κατασημαίνων ἐφ' ἑαυτῷ, τουτέστι Χριστόν· ὃς εἰς ὀσμὴν εὐωδίας προσκεκόμικεν ἑαυτὸν τῷ Θεῷ καὶ Πατρὶ, εἰς νέον αἰῶνα μεταρυθμίζων τὰ καθ' ἡμᾶς. Αἰῶνος δὲ νέου τύπος ἂν νοοῖτο, καὶ μάλα σαφὴς ἡ νεομηνία· «Καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ· καὶ τὰ ἀρχαῖα παρῆλθε,» κατὰ τὰς Γραφάς. Οὐκοῦν ἐν μηνὶ τῷ πρώτῳ, καὶ ἐν μιᾷ τοῦ μηνὸς, τουτέστιν, ἐν νεομηνίᾳ τὴν ἁγίαν ἀνίστησι σκηνὴν ὁ θεσπέσιος Μωσῆς. Ἀλλ' ἔξω γράφει τὸ σχῆμα τῆς ὄντως σκηνῆς τῆς ἀληθεστέρας καὶ ἁγίας τὴν ἀνάδειξιν, τουτ-