Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.761
Not analysed yet
κεκλημένους τὴν ὡς πρὸς Θεὸν ἐν Χριστῷ. Δι' αὐτοῦ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν, «Καὶ αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν,» κατὰ τὰς Γραφάς. Ὅτι δὲ τὸ νωθρὸν ἐν τούτοις οὐκ ἀζήμιον, καὶ τὸ ἀναπίπτειν εἰς ῥᾳθυμίαν οὐκ ἔξω δίκης, παραδείξειεν ἂν ὁ νομοθέτης, εἰπὼν περὶ τοῦ ἁγίου Πάσχα· «Καὶ φάγεσθε αὐτὸ μετὰ σπουδῆς. Πάσχα ἐστὶ Κυρίου.» Ὄκνου γὰρ ἀμείνους ὁρᾶσθαι προσήκει, καὶ μέλλησιν οὐ προσιεμένους, τοὺς θεοφιλῆ καὶ εὐδόκιμον κατορθοῦντας ζωήν. Ἐπιδράττεσθαι δὲ ὥσπερ τῶν καιρῶν, καὶ παριππεύειν οὐκ ἐᾷν τὸν ταῖς φιλεργίαις πρέποντα χρόνον. Ὅνπερ γὰρ τρόπον, τοῖς μὲν τὴν ἅλα διαπλεῖν ᾑρημένοις, τῶν ἐξ οὐρίας πνευμάτων τὸ ῥᾳθυμεῖν οὐκ ἀζήμιον· γηπόνοις γὰρ, καιροῦ καλοῦντος εἰς πόνους, τὸ οἴκοι μένειν ἀνάρμοστον· οὕτως εἶναί φημι τοῖς τῶν ἀρίστων ἐπιμεληταῖς ἀκλεᾶ τὴν μέλλησιν, καὶ τοῦ καταψέγεσθαι δεῖν ἐμποιητικὸν, μᾶλλον δὲ ἁπάσης ζημίας, καὶ τῶν ἐξ ὄκνου καὶ ῥᾳθυμίας ἀδικημάτων ἀναφανεῖσθαι πρόξενον. Παρείσθω δὴ οὖν ἡ μέλλησις, καὶ διεῤῥίφθω μακρὰν τὰ ἐξ ὄκνου πταίσματα· πρέποιεν γὰρ ἂν κατ' οὐδένα τρόπον τοῖς κεκλημένοις διὰ τῆς πίστεως, εἴς γε τὸ χρῆναι μεταλαχεῖν τῆς εὐλογίας Χριστοῦ. Ἔσθιον δὲ μᾶλλον ἄρτους τε ἀζύμους καὶ πικρίδας ἐπ' αὐτοῖς. Ἔφη γὰρ ὧδε τὸ Γράμμα τὸ ἱερόν. Καὶ τί τὸ βαθὺ καὶ ἀπόῤῥητον αἴνιγμα τῶν νομικῶν θεσπισμάτων, φέρε λέγωμεν ὡς ἔνι. Ζύμῃ μὲν γὰρ τοὺς τῆς φαυλότητος τρόπους παρεικάζειν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ. Δέχεται δὲ πικρίδας, ὑποτύπωσιν καὶ παράδειγμα τῶν ἀνιᾷν πεφυκότων, τοῦ διώσεσθαί φημι, τοῦ πειράζεσθαι, καὶ ἱδρῶσιν ἔσθ' ὅτε διὰ Χριστὸν ὁμιλεῖν. Καταπικραίνει γὰρ ὥσπερ τὰ τοιάδε τὸν νοῦν, καὶ ταῖς ἀφορήτοις δυσθυμίαις καταικίζεται. Οὐκοῦν εἴ τῳ γένοιτο, φησὶ, τὸ ἐν μεθέξει γενέσθαι Χριστοῦ, μὴ ἀνεπιτήδευτον ποιείσθω τὴν ἀρετὴν, ἀποφοιτάτω παντὸς τοῦ καταμιαίνειν εἰδότος, καὶ ὁράσθω τληπαθής. Δεῖν γὰρ ἔγωγέ φημι τοὺς τὸ ἱερὸν εὖ μάλα διαπεράναντας Πάσχα, τοῖς περὶ τῆς ἀκηράτου Θεότητος ἐναγλαΐζεσθαι λόγοις· καὶ τὸ χρῆμα ποιεῖσθαι τρυφᾷν. Σώματα μὲν γὰρ ταῖς αὐτοῖς πρεπούσαις ἥδεται τρυφαῖς· νοῦ δ' ἂν γένοιτο τροφὴ θεῖος, οἶμαί που, λόγος καὶ ἱερῶν δογμάτων ἀφήγησις, ὀρθῶς καὶ ἀνεπιπλήκτως ἔχουσα κεκομψευμένων ἐννοιῶν, σοφισμοῦ καὶ ἀπάτης, καὶ ψευδοεπείας ἀπηλλαγμένη. Καθαρὰ καὶ ἄζυμος ἡ τοιάδε τροφή. Πολλοὶ γὰρ πολλάκις τῆς τῶν θείων δογμάτων ὀρθότητος, μονονουχὶ κατορχούμενοι, καὶ τοῖς τῆς ἀληθείας ἐναθύροντες λόγοις ἀθλίων αὐτοῖς ἐννοιῶν ἀνοσίους ἐπεισφορὰς ποιεῖσθαι σπουδάζουσι, καὶ κοσμικῆς ἀπάτης εὑρήματα μυθοπλαστοῦντες οἱ δείλαιοι, τὸν τῶν ἁπλουστέρων κατασίνονται νοῦν. Ἀλλ' ἐπιβήτω Χριστὸς τοῖς αὑτοῦ γνωρίμοις· «Προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Γραμματέων.» Ἰουδαϊκῆς γὰρ εὑρεσιλογίας οὐ μακρὰν τὰ τῆς ἐκείνων ἀβελτη-