Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.764
Not analysed yet
ρίας γραοπρεπῆ μυθάρια. Ἀφεξώμεθα δὴ οὖν τῆς τοιᾶσδε τροφῆς· καθαροὺς δὲ εἰς νοῦν εἰσοίσωμεν λόγους τοὺς ἐκ τῶν ἁγίων προφητῶν, καὶ τὰς διὰ Μωσέως ἐντολὰς μεθιστάντες εἰς ἀλήθειαν τῶν αἰνιγμάτων τὴν δύναμιν, καὶ πρό γε τῶν ἄλλων τὴν εὐαγγελικὴν καὶ σωτήριον παίδευσιν, τὰς τῶν ἀποστόλων συγγραφὰς, οὐ καθάπερ ἔθος τισὶ, πρὸς ἀκαλλῆ θεωρίαν τὸν τῶν γεγραμμένων καταβιαζόμενοι νοῦν, οὐδὲ τῆς ὀρθότητος ἀνοσίως ἐξέλκοντες, ἀλλ' ᾗπερ ἂν ἴοι τῶν θεωρημάτων ὁ σκοπὸς, ταύτῃ καὶ αὐτὸ προθύμως διάττοντες. Συνεπιτηδεύσωμεν δὲ τούτῳ τὴν ὑπομονὴν, πικροῖς ἐντρίβεσθαι πόνοις οὐ παραιτούμενοι, διά γε τὸ ὀρθῶς ἑλέσθαι βιοῦν, καὶ κατόπιν ἴεσθαι τῶν τεθεσπισμένων. Ἔστι γὰρ, ἕστιν ὁμολογουμένως, οὐχὶ τοῖς τυχοῦσιν ἁπλῶς βάσιμος ἡ ἀρετὴ, δυσπρόσιτος δὲ καὶ ἀνάντης. Ἐφίκοιτο δ' ἂν αὐτῆς οὐ φιλήδονός τις ἢ παρειμένος, οὐ τοῖς τῆς σαρκὸς πάθεσιν ἐναλοὺς, καὶ ὁλοτρόπως ἐνεσχημένος, καὶ ταῖς εἰς τὰ αἰσχίω ῥοπαῖς, πάντα μὲν κάλων ἐνεὶς, ὅλοις δὲ ὥσπερ ἱστίοις ἀκαθέκτως διωθούμενος, ἀλλ' ὁ νήψει διαπρέπων, καὶ τῆς ἐπ' ἀγαθοῖς εὐτολμίας ἔμπλεως, εὐκοσμίας ἐραστὴς, ἐπιεικείᾳ συντεθραμμένος, καὶ ἱδρῶτος μὲν τοῦ πρὸς τὰ ἀμείνω βλέποντος καταφρονητὴς, πόνοις δὲ τοῖς ὑπὲρ αὐτῆς τὸ εὐδοκιμεῖν ὠνούμενος· Οὐδὲ γὰρ ἂν ὑπάρξαι τισὶ τὸ κατορθοῦν δύνασθαί τι τῶν τεθαυμασμένων, εἰ μὴ ποιοῦτο διὰ σπουδῆς, καὶ τὸ δεῖν ἑλέσθαι τληπαθεῖν. ϛʹ. Οὐκοῦν ὡς ἐν τύποις ὁ νόμος, ζύμῃ τέ φημι καὶ πικροῖσιν, ἀναγκαίων ἡμῖν πραγμάτων ποιεῖται δήλωσιν. Ὧν τὴν πεῖραν εἰ παραιτοίμεθα, πόῤῥω ποι τῆς θείας ἀποφοιτῶντες τρίβου, καὶ τὴν τοῖς ἁγίοις πρεπωδεστάτην παρεκθέοντες ζωὴν, οὐ μετρίως ἑαυτοὺς ἀδικήσομεν. Εἰ γὰρ ὁ τῆς ζωῆς ἡμῶν ἀρχηγὸς, καὶ τελειωτὴς Ἰησοῦς διὰ παθημάτων ἐτελειώθη, κατὰ τὸ γεγραμμένον, πῶς οὐκ ἀκλεᾶ καὶ κατεσκωμμένον ἡμεῖς διαζήσωμεν βίον, τὸ ἐν ἴσοις γενέσθαι παραιτούμενοι, καὶ τοὺς τῆς εὐδοκιμήσεως ἀποσπουδάζοντες τρόπους; Ἀκουσόμεθα γὰρ εὐθὺς ἐπιβοῶντος καὶ λέγοντος τοῦ Χριστοῦ· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ. καὶ ἀκολουθείτω μοι.» Ἕπεσθαι δὴ οὖν ἀναγκαῖον ἡμᾶς τοῖς ἴχνεσι τοῦ Χριστοῦ, ὃς ἑαυτὸν δέδωκεν ὑπὲρ ἡμῶν. Καὶ διὰ ποίαν αἰτίαν; Πάλαι μὲν γὰρ τὸ ἀνθρώπινον κατεληίζετο γένος ὁ τῆς ἁμαρτίας εὑρετής· καὶ τρόπον ἐπιβουλῆς οὐδένα μένειν ἐῶν ταῖς ἑαυτοῦ δυστροπίαις ἀνεπιτήδευτον, πεφενάκικε τοὺς ἐπὶ τῆς γῆς, καὶ τὴν τῆς θεότητος δόξαν ὀνειροπολῶν, ἀναδείμασθαί οἱ βωμοὺς καὶ τεμένη προστέταχε, βουθυσίαν καὶ λιβανωτοῖς καταγεραίρειν ἐκέλευεν. Ἀποκομίζων δὲ τοὺς πεπλανημένους ἐφ' ὅπερ ἂν βούλοιτο,