Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.769
Not analysed yet
τῆς τοῦ παιδοτρίβου φωνῆς, διανιστάντος ἀεὶ πρὸς τὸ τληπαθὲς, καὶ τῆς τοῦ νικᾷν ἐφίεσθαι δόξης μονονουχὶ καὶ ἐπαναγκάζοντος. Ἀφῖγμαι δὴ οὖν εἰς μέσον καὶ αὐτὸς ἐγὼ, τοῖς τῶν ἀγαθῶν αὐχημάτων ἐρασταῖς τῇ τοῦ Ψάλλοντος λύρᾳ συγκεκραγώς· «Ἀνδριζέσθω, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.» Ὡς γὰρ αὐτός που πάλιν φησὶν ὁ θεσπέσιος Δαβίδ· «Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ.» Δεῖν δὲ δὴ οἶμαι πρὸς ὑμᾶς τοὺς τῆς παρακλήσεως ποιεῖσθαι λόγους, ὀλίγα πεφροντικότας τοῦ μὴ ἐπαξίως δύνασθαί τι τῶν προκειμένων εἰπεῖν, ἤγουν διά τοι τὸ τῆς τινων εὐγλωττίας ἰέναι κατόπιν, ἐννοηκότας δὲ μᾶλλον ἐκεῖνο σοφῶς, ὡς πολὺ δή τι τὸ ἄμεινον, οἷς ἄν τις ἔχοι καὶ δύναται τοὺς γνωρίμους ἑστιᾷν, καὶ εἰσοικίζεσθαι τοὺς ἐπιτηδείους, ἢ τὸν ἀπηνῆ καὶ κακόδοξον ἀνθελέσθαι βίον, αἰδοῖ τοῦ μὴ δοκεῖν τῆς ἑτέρων ἡττῆσθαι φιλοτιμίας. Θαῤῥεῖν δὲ, οἶμαι, καὶ ἑτέρως τὸν ἀγῶνα περίεστιν ἐκεῖνο διεσκεμμένῳ. Διαμεμνήσομαι γὰρ τοῦ πάντων κρατοῦντος Θεοῦ, τῷ παναρίστῳ λέγοντος Μωσεῖ· «Τίς ἔδωκε στόμα ἀνθρώπῳ; καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφόν; βλέποντα καὶ τυφλόν; Οὐκ ἐγὼ Κύριος ὁ Θεός; Καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου.» Σκιὰ μὲν οὖν καὶ τύποι τὸ ἀρχαῖον ἐκεῖνο χρησμῴδημα, καὶ εἰ λελάχηται δι' ἀγγέλων μεσολαβοῦντος Μωσέως. Ἀμοιρήσει δ' ἂν οὔ τί που τῶν ὑπὲρ αἴσθησιν ἐννοιῶν, εἰ λεπτοῖς αὐτό τις καταθρήσειεν ὀφθαλμοῖς, καὶ τῶν τοῦ γράμματος κατασκιασμάτων ἀλογεῖν εἰθισμένος, τὸν ἐν βάθει τε καὶ ἐσωτάτῳ κατασκέπτοιτο νοῦν. Προτέταχε τοίνυν ὁ νόμος καταγεραίρεσθαι δεῖν τὸν τῶν ὅλων Θεὸν κατὰ πολλοὺς μὲν τρόπους· προσετίθει ὅτι καὶ τρυγῶνας αὐτῷ καθιεροῦν ἀναγκαῖον. Καί τοι, μυρίαι δὲ ὅσαι κατὰ τὸν κόσμον αἱ τῶν ὀρνίθων ἀγέλαι, ὧν εἰσιν οἱ μὲν τὴν ἄνω πτῆσιν νόμῳ φύσεως ἐκτετιμηκότες· οἱ δὲ πρὸς τοῦτο καὶ ὑγροί. Μέγεθος δὲ καὶ σχῆμα καὶ κάλλος οὐχ ἓν αὐτοῖς. Γράφει δὲ ἄλλον ἄλλως ἡ φύσις, καὶ ταῖς τοῦ πεποιηκότος τέχναις εἰς εὐανθῆ χρωμάτων ἰδέαν τὸ γένος αὐτοῖς κατευρύνεται. Εἶτα τί δή ποτε, φαίη τις ἂν, παρεὶς ὁ νόμος ἐκεῖνα, καὶ τὰ πάντων ἄριστα παραδραμὼν, μονονουχὶ ταῖς ἀνωτάτω τιμαῖς τὴν τρυγῶνα στεφανοῖ, ποιεῖσθαι προστεταχὼς ἱερὸν αὐτὴν τῷ Θεῷ ἀνάθημα; Τί τὸ αἴτημα, καὶ τί τὸ σοφὸν τοῦ νόμου; Ἀποδέχεται τὸν λόγον, ὡς Λόγου Πατὴρ, ὁ παντὸς ἐπέκεινα νοῦ, φημὶ δὴ Θεός· καὶ τὰ τῶν στρουθίων εὐστομεῖν εἰωθότα ποιεῖται δεκτὰ, καὶ προτίθησι τῶν ἄλλων, καίτοι πολὺ τὸ ἐπίχαρι καταπλουτούντων ἔσθ' ὅτε· διδάσκων ἡμᾶς αἰνιγματωδῶς, ὅτι τῶν ἄλλων ἀμείνους καὶ ἱερώτατοι καὶ παρ' ἡμῖν αὐτοῖς οἱ λόγου χρείαν πεπιστευμένοι, καὶ νουθετεῖν οἷοί τε τῶν καλλίστων εἰσηγημάτων τοὺς ἐραστάς. Φέρε τοίνυν τὸν Δεσποτικὸν ἀμπελῶνα τοῖς ἀπὸ τῆς θείας Γραφῆς κατακηλήσωμεν λόγοις· οὐκ ἀτρανῆ καὶ ἄση-