Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.768
Not analysed yet
Ἀλλὰ δέον ἐπὶ τούτοις ὑπεράγασθαι μὲν αὐτὸν τοὺς ἐξ Ἰσραὴλ, ἀνακραγεῖν δὲ λοιπὸν ἐξ αὐτῶν τῶν θεοσημιῶν ἀναπεπεισμένους· «Ἀληθῶς Θεοῦ Υἱὸς εἶ,» κατὰ πολλοὺς ἀτιμάζοντες ἡλίσκοντο τρόπους, καὶ τελευτῶντες ἐσταύρωσαν. Καθίει γὰρ οἰκονομικῶς ἑαυτὸν εἰς τοῦτο Χριστός· ἵνα καθ' ἡμῶν γεγονὼς ἐν νεκροῖς, καὶ τοῖς ἐν ᾅδου κηρύξας πνεύμασιν, ἀνεβίω τριήμερος, τὸ ἀμειδὲς καὶ ἀμείλικτον τοῦ θανάτου καταργήσας κράτος, καὶ ἐκ τῆς ῥίζης αὐτῆς ἀναβοθρεύσας τὴν φθορὰν, οὕτω τε λοιπὸν βάσιμον τοῖς ἐπὶ τῆς γῆς καὶ αὐτὸν ἀποφήνῃ τὸν οὐρανόν. Πρόδρομος γὰρ ὑπὲρ ἡμῶν ἀνέβη πρὸς τὸν Πατέρα. Ἥξει τε κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ γεγεννηκότος μετὰ τῶν ἁγίων ἀγγέλων, ἀποδώσων ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. Ὡς οὖν κριθησόμενοι, τὴν πίστιν τηρήσωμεν, συντόμως πολιτευσώμεθα· ζήσωμεν ὀρθῶς, κατακιβδηλεύοντες μὲν τῆς κακίας τοὺς τρόπους· ἐπιτηδεύοντες δὲ πᾶν εἶδος ἀρετῆς, τὴν φιλαλληλίαν, τὴν φιλοπτωχίαν, θεραπεύσωμεν ὀρφανοὺς, ἐπισκεψώμεθα χήρας, ἐλεήσωμεν τῶν ἐν ἀῤῥωστίαις τὸ δάκρυον· τοὺς ἐν δεσμοῖς ὄντας ἐπισκεψώμεθα· τὴν τοῦ σώματος ἁγνείαν ἐπιτηδεύσωμεν. Οὕτω γὰρ, οὕτω νηστεύοντες, καθαρῶς τὴν ἁγίαν καὶ πάναγνον ἐπιτελέσομεν ἑορτήν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ ἑκκαιδεκάτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ μιᾶς καὶ εἰκάδος τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ ἕκτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ ἑβδόμῃ καὶ εἰκάδι τοῦ αὐτοῦ μηνὸς, συνάπτοντες ἐξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ, οὕτω πάλιν τοῖς θείοις ἐντρυφήσομεν λόγοις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα καὶ κράτος. Ἀμήν. ΛΟΓΟΣ ΙΖʹ Προθεωρία. Τὰ συνήθη καὶ νῦν ἀναγνωσόμεθα, καὶ λόγοις ἡμᾶς ἐκκλησιαστικοῖς ἑστιάσομεν, πρόσκλησιν ὥσπερ τινὰ χρῆμα ποιούμενοι τοῦ δεῖν ἑλέσθαι, καὶ ὀρθῇ διαπρέπειν πίστει, καὶ τὴν εὐκλεᾶ καὶ ἀμώμητον ἀγαπῆσαι ζωήν. αʹ. Οἱ τὴν εὐφυᾶ καὶ ἀπόλεκτον, καὶ τοῖς θείοις συμβαίνουσαν νόμοις ἐπησκηκότες ζωὴν, καὶ πρός γε τοῦτο διάττειν οὐκ ἀγενῶς προθυμούμενοι, ὄκνου μὲν ἀμείνους εἶεν ἂν, οἶμαι, παντὸς, ἀεί τε τὸ ἐμποδὼν ῥιπτοῦντες ὡς ἀπωτάτω, τῶν ἐν χερσὶ σπουδασμάτων τὸ πέρας τῆς προυργιαιτάτης φροντίδος ἀξιοῦν ἐγνώκασι. Φαίην δ' ἂν ὅτι δεήσει πρὸς τοῦτο καὶ ὡς πλείστης οὔσης τῆς νουθεσίας αὐτοῖς, καὶ τοῦ καταθήγειν εἰδότος εἰς ἀκμαιοτέραν σπουδήν· καθάπερ ἀμέλει καὶ τοῖς παλαίειν εἰωθόσι τῶν νέων,