Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.805
Not analysed yet
σθαι παθεῖν καὶ αὐτὸν εἰ τύχοι τὸν θάνατον, ἀμελ[λ]ητὶ κινδυνεύοντας πρός τε παίδων καὶ γυναικῶν. Κἂν εἴ πού τινες τῶν εἰωθότων καταδῃοῦν ἢ χώρας ἢ πόλεις, ἀγροῖς τε διαλυμαίνοιντο, καὶ τὰς τοῦ βίου περικόπτοιεν ἀφορμὰς, οὐ πρὸς εὐκλείας ἔσται τοῖς παθοῦσι τὸ ἠρεμεῖν· ἄμεινον δὲ μᾶλλον τὸ ἀντιφέρεσθαι τοῖς κακοῖς, καὶ τοῦ ζῇν ἀθλίως προτεθεικότας ὁρᾶσθαι τὸ πίπτειν μετ' εὐανδρίας. Ὅτε τοίνυν ταῦτά τε ἡμῖν οὕτως ἔχει, καὶ οὐκ ἂν, οἶμαι, τὶς τοῖς εἰρημένοις διαμωμήσαιτο, πῶς οὐκ ἂν γένοιτο τῶν ἀναγκαίων εἰς ὄνησιν τὸ ὑπεραθλῆσαι ψυχῆς, μονονουχὶ καταδῃούσης αὐτὴν τῆς σαρκὸς, ὑπεραθλήσομεν δὲ διὰ πόνων, τὸ τῆς σαρκὸς φρόνημα περιτρέποντες, εἰς τὸ ὑποκεῖσθαι δεῖν τῇ θελήσει τοῦ Πνεύματος; Βαδιούμεθα γὰρ οὕτω κατ' εὐθὺ τοῦ πρέποντος τὴν εἰς πᾶν ὁτιοῦν τῶν εὐκλεεστάτων διᾴττοντες τρίβον, καὶ τῆς [εἰς] αἰῶνα ζωῆς κατακτώμενοι τὴν ἐλπίδα. Πάροικοι μὲν γὰρ καὶ παρεπίδημοι πάντες ἐσμὲν ἐν τῷδε τῷ κόσμῳ· καὶ βραχὺς μὲν κομιδῇ τῆς μετὰ σώματος ζωῆς ὁ χρόνος, μακρὸς δὲ καὶ ἀτελεύτητος ὁ μετὰ τοῦτόν ἐστι. Χρὴ τοίνυν ἡμᾶς τῶν προσκαίρων τῶν νῦν ἀποστήσαντας, καὶ τῶν τῆς σαρκὸς ἡδονῶν τὴν μέθεξιν ὡς ἀκλεᾶ τε καὶ βέβηλον εὖ μάλα παρωθουμένους, διψῇν τὰ ἐσόμενα, καὶ τοῦ παντὸς ἀξιοῦν λόγου τε καὶ θαύματος τὰ τοῖς ἁγίοις ηὐτρεπισμένα παρὰ Θεοῦ. «Ὀφθαλμὸς γὰρ οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Τίς οὖν ἄρα ἐστὶν ὁ τρόπος τῆς εὐδοκιμήσεως τῶν ἠγαπηκότων αὐτὸν, φέρε λέγωμεν ὡς ἔνι, πρόκλησιν ὥσπερ τινὰ ταῖς εἰς τὸ ἀγαθὸν ὑμῶν προθυμίαις τὸ χρῆμα ποιούμενοι. βʹ. Οὐκοῦν ὁ θεσπέσιος Δαβὶδ, καίτοι τοὺς τῆς βασιλείας διέπων θάκους, ἀναριθμήτῳ τε πληθύϊ τῶν ὑπὸ χεῖρα περιχεόμενος, οὐκ ἀσύνηθες ἐχόντων τὸ εὐδοκιμεῖν ἐν μάχαις, εἰ δήπου τινες τῶν ὁμόρων ἐθνῶν τοῖς Ἰουδαίοις ἐπεσάλευον τοῦ πολέμου τὴν ἔφοδον, ἐν ὅπλοις μὲν εἶναι τὸ μάχιμον γένος διεκελεύετο, καὶ τὰς τῶν ἀντιπάλων εἰσδέχεσθαι προσβολὰς, ἐπικουρίαις γε μὴν ταῖς ἄνωθεν ὁμοῦ τοῖς ἄλλοις ἑαυτὸν περιφράττων, ἐκτενεστάτας ἐποιεῖτο τὰς λιτὰς, καὶ τὸν τῶν Δυνάμεων ἐλιπάρει Κύριον συνασπίσαι τε αὐτῷ, καὶ κατανεῦσαι κρατεῖν, καὶ τῆς τῶν πολεμούντων σκαιότητος ἀποφῆναι κρείττονα. Ἐκβέβηκε δὲ οὐκ ἀπὸ σκοποῦ τὰ τῆς ἐλπίδος αὐτῷ, καὶ δὴ καὶ ἀκούσῃ λέγοντος· «Ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι, ἐνεδυόμην σάκκον, καὶ ἐταπείνουν ἐν νηστείαις τὴν ψυχήν μου· καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται.» Ἀκούεις ὅτι νενήστευκε καὶ ἠμπέσχετο σάκκον, τουτέστι πενθοῦντι προσεοικὼς διετέλει, κατηφὴς δηλονότι καὶ δεδακρυμένος· οὐχ ἁβροδίαιτος καὶ φιλόγελως, καὶ κεχυμένος εἰς τρυφὴν, ἀλλὰ τῷ τῆς ἀσιτίας πόνῳ