Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.808
Not analysed yet
κατηχθισμένος. Τίς οὖν ὁ καρπός; ἢ ποία τυχὸν ἐντεῦθεν ἡ ὄνησις; Αὐτοῦ λέγοντος ἀρτίως ἠκούσαμεν· «Ἡ προσευχή μου εἰς τὸν κόλπον μου ἀποστραφήσεται.» Οἱ μὲν γὰρ δῶρα διδόντες τισὶ, καὶ τῆς ἐνούσης αὐτοῖς μεγαλοψυχίας ποιούμενοι τὴν ἐπίδειξιν, εἰς κόλπον ἐντίθενται, μικρὰ τὰ χειρῶν ἀποφαίνοντες πλάτη. Ὁ δέ γε τῶν ὅλων Θεὸς, ὅτε πλουσίοις νεύμασι κατευφραίνει τινὰς, κατὰ τὸν ἴσον τρόπον ἐκείνοις, οἷον εἰς κόλπον δίδωσι τῇ τῶν δωρεῶν ἀμφιλαφείᾳ τοῦ παρακαλοῦντος λαβεῖν νικῶν τὴν ἐλπίδα. Οὐκοῦν νενήστευκεν ὁ Δαβὶδ, ὃν δὴ καὶ παντὸς ἀξιοῦν ἐπαίνου, μᾶλλον δὲ ἤδη καὶ θαύματος, ἄριστόν τε καὶ σοφὸν, ὁ τὸν τῆς βασιλείας στέφανον αὐχήσας ἑλεῖν, ὁ τρυφαῖς καὶ πλούτῳ κομῶν, ἐν πένθει καὶ ἐν ἀσιτίαις ἦν, ἵνα τῆς ἄνωθεν εὐμενείας ἔχοι τὴν μέθεξιν. Ἐκράτει γοῦν τῶν ἐχθρῶν, ἐνίκα μαχόμενος· λαμπρὸς καὶ ἀξιοζήλωτος παρὰ πᾶσιν ὤν. Εἰ δὲ δή τις βούλοιτο πρὸς τοῦτο κἀκείνους ἰδεῖν τοὺς τρεῖς νεανίας, Ἀνανίαν φημὶ, καὶ Ἀζαρίαν, καὶ Μισαὴλ, ὀνησιφόρον εὑρήσει πανταχῆ τὴν ἐγκράτειαν· γεγόνασι μὲν γὰρ Ἰουδαῖοι τὸ γένος. Ἐπειδὴ δὲ εἰλήφασι τὴν Ἱερουσαλὴμ οἱ τὰ Περσῶν ἰθύνοντες κράτη, καὶ ὁμοῦ τοῖς ἄλλοις ἀπεκόμιζον εἰς αἰχμαλωσίαν αὐτοὺς, μοῖρα μὲν ἦσαν, καὶ κλῆρος ὥσπερ ἐξαίρετος ταῖς βασιλέως αὐλαῖς. Ἐπειδὴ δὲ τὰ Περσῶν ἀεί ἐστιν ἐν φιλοκομπίαις ἐτρέφετο τῷ παρ' αὐτοῖς βασιλεῖ τῶν αἰχμαλώτων, πᾶν ὅσον ἀπόλεκτον ἦν, ὥρᾳ τε σωμάτων καὶ μέντοι ταῖς ἡλικίαις τῶν ἄλλων διενεγκόν. Καὶ δὴ καὶ κρεῶν αὐτοῖς ἀμφιλαφεστάτη λίαν παρέκειτο μέθεξις, ὡς ἂν εὔσαρκοί τε εἶεν ἀεὶ, καὶ πολὺ ἐπίχαρι τοῖς προσώποις ἐπηνθηκὸς τοῖς ὁρῶσι καταδεικνύντες, ταῖς βασιλέως εὐκλείαις οὐκ ἀσυντελῆ ποιοῖντο τὴν παράστασιν. Τί οὖ ἄρα πρὸς τούτοις ἔδρων τὰ εὐγενῆ μειράκια; περιεφρόνουν τραπέζης Συβαριτικῆς, καὶ τῆς περιέργου καρυκείας ὀλίγα πεφροντικότες, ὡς ἁπάσης αὐτοῖς κοσμιότητος μητέρα καὶ τροφὸν ἠσπάζοντο τὴν νηστείαν, καὶ τρυφὴν ἡγοῦντο τοὺς πόνους. Καὶ τί δὴ τὸ ἐντεῦθεν; Ἐθαυμάζοντο παρ' ἐχθροῖς. Ἐκράτουν ἐπιβουλευόμενοι, καὶ ἀμείνους ἦσαν τῶν παρ' ἐκείνοις λαμπρῶν, εὐμενῆ καὶ ἐπόπτην τὸν τῶν ὅλων ἔχοντες Θεόν. Κατηγωνίζοντο φλόγα, καὶ πυρὸς ἀκμῆς ἐπέκεινα γεγονότες, ταῖς ἄνω δυνάμεσι συνεχόρευον, καὶ παιδευταὶ γεγόνασι τοῖς ὑπ' οὐρανὸν, ὅλην ἀναπείθοντες ὥσπερ τὴν κτίσιν στεφανοῦν τὸν κτίσαντα ταῖς αὐτῷ πρεπούσαις δοξολογίαις. Οὐκοῦν εἴπερ ἕλοιτό τις τῆς τῶν ἁγίων ἐπιεικείας ἀπομιμεῖσθαι τὸ κάλλος, τῶν ἴσων που πάντως τεύξεται γερῶν. Περιέσται μὲν γὰρ ἀμοχθεὶ τῶν ἀνθεστηκότων, καὶ τῆς τῶν ἐχθρῶν σκαιότητος κρατήσει ῥᾳδίως, κἂν εἰ πυρὸς δίκην, καὶ οἷά τινες φλόγες ἐμπίπτωσιν εἰς νοῦν αἱ πρὸς τὰ αἰσχίω καλοῦσαι τῶν ἡδονῶν, κατευμεγεθήσει καὶ αὐτῶν, ἐνισχύοντος Θεοῦ. Ἄγγελος μὲν γὰρ τοῖς ἀμφὶ τὸν Ἀνανίαν συνεισβεβληκὼς εἰς τὴν κάμινον τοῦ πυρὸς