Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.809
Not analysed yet
καθημέρου τὴν φλόγα, καὶ τῶν ἀνθρωπίνων σωμάτων ἡττᾶσθαι τὸ πῦρ παραδόξως ἀνέπειθεν. Ἡμῖν δὲ εἰς νοῦν καὶ καρδίαν γεγονὼς ὁ Χριστὸς διὰ τοῦ ἁγίου Πνεύματος, κατευνάσει πάντως τῶν ἀτόπων ἐπιθυμιῶν τὴν ἀτίθασσον φλόγα, καὶ τῆς τῶν δαιμονίων ἐπιβουλῆς ἀποφήνας κρείττονας, οὐρανοῦ πολίτας ἐργάσεται, καὶ ἁπάσης ἡμῖν ἀρετῆς κατευρύνει τρίβον. Ὅτι γὰρ νηστείας ὀψώνιον, καὶ ἀγαθῶν ἱδρώτων καρπὸν εὑρήσομεν τὸ εὐοδοῦσθαι παρὰ Θεοῦ, σαφηνιεῖ πάντα τὸ Γράμμα τὸ ἱερόν. Γέγραπται γὰρ οὕτως ἐν τῷ Ἔσδρᾳ· «Καὶ ἠρξάμην ἐκεῖ νηστείαν τοῖς νεανίσκοις ἔναντι Κυρίου τοῦ Θεοῦ ἡμῶν, ζητῆσαι παρ' αὐτοῦ εὐοδίαν ἡμῖν τε καὶ τοῖς σὺν ἡμῖν τέκνοις ἡμῶν, καὶ κτήνεσιν. Ἐνετράπην γὰρ αἰτῆσαι τὸν βασιλέα πεζούς τε καὶ ἱππέας, καὶ προπομπὴν, ἕνεκεν ἀσφαλείας τῆς πρὸς τοὺς ἐναντιουμένους ἡμῖν. Εἴπομεν γὰρ τῷ βασιλεῖ, ὅτι ἰσχὺς Κυρίου μεθ' ἡμῶν ἔσται, μετὰ τῶν ἐπιζητούντων αὐτὸν, εἰς πᾶσαν ἐπανόρθωσιν. Καὶ πάλιν ἐδεήθημεν τοῦ Κυρίου ἡμῶν κατὰ ταῦτα, καὶ εὐϊλάτου ἐτύχομεν.» Συνίης ὅπως εὐοδίαν αὐτῶν καὶ νεῦμα τὸ ἄνωθεν, καὶ τὴν ἄθραυστον ἐπικουρίαν τοῦ σώζειν ἰσχύοντος νενηστευκέναι φησὶν, εὐϊλάτου τε τυχεῖν τοῦ πάντα εὐκόλως κατορθοῦντος Θεοῦ, καὶ πλουσίᾳ χειρὶ διανέμοντος τοῖς αἰτοῦσι τὰ ἀγαθά. Ῥύσεται δὴ οὖν καὶ ἡμᾶς νηστεύοντας, καὶ παντὸς ἐξελεῖται κακοῦ, βάσιμόν τε ἀποφανεῖ πάντα τρόπον ἐπιεικείας· καὶ καταψιλώσει μὲν εὐκόλως τὸ ἄναντες εἶναι δοκοῦν, ἕτοιμον δὲ καὶ λεῖον ἐργάσεται τὸ δυσπόρευτον. γʹ. Χρῆναι δέ φημι συνεπιτηδεύεσθαι τῇ νηστείᾳ τὴν προσευχήν. Ἀγχίθυροι γὰρ ὥσπερ ἀλλήλαις αἱ ἀρεταὶ, καὶ χρειωδέστατα συνεισβάλλουσαι. Τὸ δὲ, οἶμαι, λείπεσθαι μιᾶς ἀργοτέραν εἰς ὄνησιν ἀποφαίνει τὴν ἑτέραν, καὶ μονονουχὶ χωλεύοντα τῆς ἐπιεικείας τὸν τρόπον. Προσευξόμεθα γὰρ καθαρῶς νηστεύοντες. Πλείστη δὲ ὅση τῆς πρὸς Θεὸν ἱκετείας ἡ δύναμις· καὶ ἐξ αὐτῆς τοῦτο πάλιν εἰσόμεθα τῆς θεοπνεύστου Γραφῆς. Ηὐλίζετο μὲν γὰρ κατὰ τὴν ἔρημον Ἰσραήλ· ἐπειδὴ δὲ ἀνοσίῳ φθόνῳ διακεκαυμένος τὸν νοῦν ὁ ἀπόπληκτος Ἀμαλὴκ (ἔθνος δὲ τοῦτο βάρβαρον), τὸν πολέμου νόμον ὡπλίζετο, προσέταττε δὲ ὁ θεσπέσιος Μωσῆς τῷ Ἰησοῦ λέγων· «Ἐπίλεξαι σεαυτῷ ἄνδρας δυνατούς· καὶ ἐξελθὼν παράταξαι τῷ Ἀμαλὴκ αὔριον.» Καὶ ἦσαν μὲν ἐν ὅπλοις οἱ νεανίαι, καὶ τῶν εἰδότων τὰ τακτικὰ πολλὴ καὶ ἀλκιμωτάτη πληθὺς ταῖς τῶν πολεμίων φάλαγξιν ἀντετάττετο. Αὐτός γε μὴν ὁ θεσπέσιος Μωσῆς, γηλόφῳ προσεστηκὼς, τὰς πρὸς Θεὸν ἐποιεῖτο λιτάς· καὶ ποία τις ἦν ἐντεῦθεν τοῖς μαχίμοις ὄνησις, ἐκ τῶν γεγραμμένων εἰσόμεθα· «Καὶ ἐγένετο γὰρ, φησὶν, ὅταν ἐπῆρε Μωσῆς τὰς χεῖρας, κατίσχυεν Ἰσραήλ· ὅταν δὲ καθῆκε τὰς χεῖρας, κατίσχυεν Ἀμαλήκ.» Ἄθρει δὴ οὖν ὅπως ὅπλων τε ἀμείνους, καὶ φάλαγγος ἱππικῆς αἱ Μωσέως ἐγίνοντο χεῖρες· ἕως