Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.853
Not analysed yet
γνήσιοι δοῦλοι προσφόρως ἀκουσόμεθα· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» Οὐ γὰρ ἀνόνητος ἔσται τοῖς ἐλπίζουσιν εἰς αὐτὸν ὁ τῆς νηστείας καρπὸς, οὐδὲ τὴν ἐπάρατον ἐκείνην καὶ Ἰουδαίοις πρέπουσαν ἀκούσονται πώποτε φωνήν· «Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, λέγει Κύριος.» Ἐπαιτιᾶται γὰρ ἐκείνους, καὶ μάλα δικαίως, διὰ φωνῆς Ἡσαΐου, καί φησι, «Νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν. Ἵνα τί μοι νηστεύετε;» Χρεία τοιγαροῦν τοῦ παγκάλου βίου, σύνδρομον ἔχοντος τῇ νηστείᾳ τὸ φαιδρὸν καὶ ἀλώβητον κάλλος, τὸ λαμπρὸν τῆς ἀφθαρσίας ἐφόδιον, τὸ ἀξιέραστον τῆς τῶν οὐρανῶν βασιλείας ἐνέχυρον, τὸ τῆς αἰωνίου ζωῆς ἀσφαλὲς καὶ ἀκαταγώνιστον ἔρεισμα. Διὸ δὴ καὶ πρέπον ἡμᾶς «Καθάραντας ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος ἐπιτελεῖν ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.» Οὕτω γὰρ εὐθαρσεῖς τε καὶ ἀκλόνητοι παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, λαμπροῖς ἱματίοις ἠμφιεσμένοι, καὶ βοῶντες παῤῥησιαστικώτερον, «Ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν εἶ.» γʹ. Ὅπερ οὐκ ἠθέλησε τὸ τῶν Ἰουδαίων στίφος ὁμολογεῖν, ἤκουσε πάλιν Θεοῦ λέγοντος διὰ φωνῆς Ἡσαΐου· «Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι. Ἐγκατελίπετε τὸν Κύριον, καὶ παρωργίσατε τὸν Ἅγιον τοῦ Ἰσραήλ. Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίας;» Οὔτε γὰρ τὰ παράδοξα τῶν ἐπιτελουμένων ἔργων παρ' αὐτοῦ τοῦ Σωτῆρος καταπλαττόμενοι, οὔτε τὰς θεοσημίας, ἃς ἐνείργει τῇ οἰκείᾳ δυνάμει θαυμάζοντες, ἐκ τῶν ἐναντίων αὐτοῦ κατεθρασύνοντο, λέγοντες, «Ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.» Ὢ μανίας θεομισοῦς, καὶ ἀφάτου τῆς δυσσεβείας. «Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται, καὶ πλανῶνται ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν.» Εἰ μὴ νοεῖς τὰ περὶ αὐτοῦ γεγραμμένα, μηδὲ τῶν ἁγίων μαθητῶν ἐπινοεῖς τὸ μήνυμα, τί κομπάζεις, φύλαξ εἶναι τῶν νομίμων παραγγελμάτων φανταζόμενος; Πότε πληρούμενον εἶδες τὸ πάλαι προειρημένον; «Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων.» Οὐκ ἐπὶ τῇ τοῦ Ἐμμανουὴλ παρουσίᾳ ἐλπίζειν ἀεὶ θέλεις, καὶ προσδοκᾷν ἅπερ ἐπιτελεσθέντα τεθέασαι; Οὐδέν σε τῶν ἐνεργηθέντων εἰς πληροφορίαν ἄγει τοῦ θαύματος, ἀλλὰ κρύπτειν θέλεις τὰ πᾶσι διεγνωσμένα; Μύεις τοὺς ὀφθαλμοὺς, καὶ τὰς ἀκοὰς κεκλεισμένας φυλάττεις ταῖς Χριστοῦ θαυματουργίαις; Ἔχεις τοίνυν ἀξίαν τῶν σαυτοῦ πλημμελημάτων ἀντίδοσιν. Οὐκ ἔτι γὰρ παρὰ σοὶ τὰ σύμβολα τῆς εὐσεβείας, οὐ πόλις, οὐχ ἑορτῆς θυσία, πανταχοῦ δὲ τῆς οἰκουμένης διεσπάρης ῥεμβόμενος. Ἀκούσῃ δὲ καὶ παρά τινος ὀνειδίζοντος τῶν ὀρθὰ φρονεῖν ᾑρημένων ἐκεῖνο τὸ τῷ Βαροὺχ προηγγελμένον· «Τί ἐστιν, Ἰσραὴλ, ὅτι ἐν γῇ τῶν ἐχθρῶν εἶ; Ἐπαλαιώθης ἐν γῇ ἀλλο-