Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.856
Not analysed yet
τρίᾳ, συνεμιάνθης τοῖς νεκροῖς, προσελογίσθης μετὰ τῶν εἰς ᾅδου. Ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας.» Οὐχ ἕξεις οὖν ὅπως ἀπολογήσῃ πρὸς τὰ ἐγκλήματα. Ἀργεῖ σοι πᾶς λόγος εὐθὺς, αὐτὴν τὴν ἀλήθειαν μηχανώμενος σοφίζεσθαι. Ἀκούσῃ τοιγαροῦν προσφόρως παρὰ τοῦ πάντων ἐσομένου κριτοῦ· «Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε.» Σταυρῷ παραδέδωκας τὸν τῆς δόξης Κύριον καὶ πάντων δημιουργόν· ᾠήθης θανάτῳ κάτοχον δύνασθαι ποιεῖν τὴν ζωήν· οὐκ ἔγνως οὐδὲ συνῆκας πραγματευομένην αὐτὴν τῇ ἀνθρωπείᾳ φύσει τὴν ἀφθαρσίαν. Καί τοί γε αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς κατελθὼν εἰς ᾅδου, καὶ τοῦτον σκυλεύσας, προστάξας κηρύγματι Δεσποτικῷ τοῖς ἐν δεσμοῖς, «Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε,» ἀνεβίω τριήμερος, καὶ μετὰ τὴν ἐκ νεκρῶν ἄνοδον, χαίρων ἐπὶ τῷ κατορθώματι, τοῖς οἰκείοις ἔφασκε μαθηταῖς, «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» δʹ. Τοιούτους τοιγαροῦν διδασκάλους κερδάναντες, πείθεσθαι τούτοις καὶ ὑπείκειν προελώμεθα, παρ' ὦν δεδιδαγμένοι τὰ ἀληθῆ, ἔχοντές τε πρὸς τελείαν διδασκαλίαν καὶ παίδευσιν τὰς θείας Γραφὰς, ἀναβοῶμεν τῷ Σωτῆρι ἡμῶν καὶ Λυτρωτῇ τὸ παρὰ τοῦ μακαρίου Μωσέως εἰρημένον· «Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; τίς ὅμοιός σοι δεδοξασμένος ἐν ἁγίοις;» Καὶ πάλιν· «Τίς Θεὸς ὥσπερ σὺ, ἐξαίρων ἀνομίας καὶ ὑπερβαίνων ἀδικίας;» Μηδεὶς οὖν ὑμᾶς πειθέτω πλάνος, τῆς ὀρθῆς ἀποκλῖναι πίστεως. Ὁδῷ βασιλικῇ πορευώμεθα, μὴ ἐκκλίνοντες δεξιὰ, μηδὲ ἀριστερά· ἁπλῆν καὶ ἀκαπήλευτον τὴν ὀρθὴν πίστιν τηρήσωμεν, μὴ λογομαχίας αἱρετικῆς ἀφορμὴν, ἀλλ' εὐσεβείας ἀληθοῦς πίστιν ἐπιγινώσκοντες. Ὁμολογῶμεν ὁμοούσιον τὴν Τριάδα Πατρὸς, Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Τοῦτο γὰρ ἄνωθεν ἡμῖν αἱ θεῖαι παραδεδώκασι Γραφαί. Ἐπιγινώσκωμεν τὸν δι' ἡμᾶς ἐνανθρωπήσαντα καὶ τεχθέντα Κύριον διὰ τῆς μακαρίας Παρθένου Θεοτόκου Μαρίας. Λέγωμεν αὐτῷ, κατὰ τὸ γεγραμμένον, «Ὁ Κύριός μου καὶ ὁ Θεός μου.» Οὕτω τὸν ἑαυτῶν διακοσμοῦντες βίον, καὶ δι' ὀρθῆς καὶ σεμνῆς πολιτείας τὴν τῶν παλαιῶν ἁμαρτημάτων διασμηξάμενοι κηλῖδα, καθαροὶ καὶ ἄσπιλοι, καὶ μώμου παντὸς ἀπηλλαγμένοι, φανησώμεθα σπλάγχνα μὲν πατέρων περὶ τοὺς ὀρφανίαν νοσοῦντας κτώμενοι, χήραις δὲ τὴν πρέπουσαν ἁγίοις συμπάθειαν χαριζόμενοι, καὶ συλλήβδην εἰπεῖν, τὸν πλησίον ἀγαπῶντες, καὶ πᾶσαν ἀδικίαν τῆς οἰκείας ψυχῆς ἐξορίζοντες, πτωχοὺς ἀστέγους εἰς τὸν οἶκον εἰσάγοντες· ἵνα καὶ τὰ δεδωρημένα παρὰ Θεοῦ πρὸς οἰκονομίαν ἡμῶν κοινὰ τοῖς πένησι λογισάμενοι, καὶ γυμνοὺς περιβάλλοντες, καὶ ἁπαξαπλῶς πᾶσαν ἀρέσκειαν τὴν εἰς Θεὸν περιζωσάμενοι, δυνηθῶμεν κερ-