Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.860
Not analysed yet
δήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;» Δεῖ δὲ, οἶμαι, τοῖς ἐθέλουσι πονεῖν, καὶ λόγου παντὸς ἀξιοῦν εἰωθόσι τὸ ἐπιγάννυσθαι φιλεῖν τοῖς εἰς ἀρετὴν σπουδάσμασι, καὶ νοῦ βεβηκότος καὶ καρδίας ἐρηρεισμένης, καὶ διαπρεπούσης ἐν ὑπομονῇ καὶ μελέτην ἐχούσης τὸ ᾄττειν ἐπὶ τὰ χρήσιμα. Ἴδοι δ' ἄν τις καὶ περὶ ἡμᾶς αὐτοὺς τοιοῦτόν τι συμβαῖνον, ὁποῖον ἂν γένοιτο περὶ τοὺς τῶν ἵππων ὅτι μελετῶντας τὸ τιθασσεύεσθαι· οἷς οὐκ ἀπόχρη πρός γε τὸ εὖ δεδαμᾶσθαι δοκεῖν, εἰ μόνον ἐσδέξαιντο χαλινόν· προσδεῖ δὲ, οἶμαι, πάντοτε καὶ πάντως τὸ χρῆναι μαθεῖν εὔρυθμον μὲν ὥσπερ τῶν ποδῶν ποιεῖσθαι τὸν κρότον, εὐτεχνεστάτους δὲ εἶναι καὶ δρομικωτάτους. Χρῆμα δὴ οὖν καὶ ἡμῖν αὐτοῖς ἀναγκαῖον ἂν γένοιτο καὶ ὀνησιφόρον, εἰ πρός γε τὸ δεῖν ἑλέσθαι πονεῖν ἐνορῶ τὸ ὑπάρχον, καὶ τὸ εἰδέναι σοφῶς τὴν ἐφ' ἑκάστῳ τῶν πρακτέων, ἢ μὴ διᾴττουσαν τρίβον. Μονονουχὶ γὰρ χαλινῷ κεχρήμεθα τῇ πανάγνῳ νηστείᾳ, ἀνακόπτοντι τοῦ νοῦ τὴν ἐπὶ τὰ χείρω ῥοπὴν, καὶ κολάζοντι τῆς σαρκὸς τὸ ἔκτοπον κίνημα. Τρυφὴ μὲν γὰρ ἡ σωμάτων ῥίζα τις ὥσπερ ἐστὶ καὶ γένεσις πικρῶν καὶ ἀτιθάσσων ἡδονῶν, καὶ ἀντεξάγει δεινῶς ταῖς εἰς τὸ ἀγαθὸν προθυμίαις, ἀνεπιπλήκτοις ὁρμαῖς χωροῦσα πρὸς τὰ αἰσχίω. Οἱ δέ γε τῆς ἀσιτίας πόνοι νεανικῶς ἀνίστανται, καὶ ταῖς τῶν ἐμφύτων τε καὶ ἐν ἡμῖν παθῶν ἀντιφέρονται προσβολαῖς, καὶ ἀνασκιρτῶσαν τὴν σάρκα πρὸς τὸ πεφυκὸς ἀδικεῖν περιτρέπουσιν εὖ μάλα πρὸς τὸ εὐήνιον. Καὶ μέχρι μὲν τούτων ἐπικουρήσειεν ἂν ἡ νηστεία τοῖς ἀγαπῶσιν αὐτήν. Τοῖς γε μὴν ἐντέχνως ἰέναι σπουδάζουσιν ἐφ' ἕκαστα τῶν πρακτέων, ἢ μὴ, περιέσται δή που τὸ ἐν παντὶ γενέσθαι καλῷ· λαμπρὰ γὰρ καὶ ἀξιάγαστα τὰ ἐκ τῆς ἀγχινοίας ἐστὶ κατορθούμενα. Ἐπιμαρτυρήσει δὲ τούτοις καὶ ὁ πάνσοφος Παῦλος, Τιμοθέῳ γεγραφὼς, «Γύμναζε σεαυτὸν εἰς εὐσέβειαν· ἡ γὰρ σωματικὴ γυμνασία,» ἡ διὰ νηστείας δηλονότι καὶ πόνων, «πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστι, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς τε νῦν καὶ τῆς μελλούσης.» Νενηστεύκασί τινες τῶν ἀρχαιοτέρων, ἀλλὰ γυμνὴν καὶ ἀμέτοχον παντελῶς τῶν ἐκ τῆς ἑτέρας ἀρετῆς ἀνδραγαθημάτων ἐποιοῦντο τὴν ἀσιτίαν. Εἶτα τῶν πραγμάτων αὐτοῖς κατὰ γνώμην οὐκ ἐκβεβηκότων, οὔτε μὴν κατανεύοντος Θεοῦ τῶν αἰτημάτων τὸ πέρας, ἄμισθον δὲ μᾶλλον αὐτοῖς ἀποφαίνοντος τὴν νηστείαν, διεγόγγυζον λέγοντες, «Τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως;» Καὶ τί πρὸς ταῦτα Θεός; «Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκεται τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε. Εἰς κρίσιν καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν. Ἵνα τί μοι νηστεύετε;» Ἄθρει δὴ οὖν ὅτι τοῖς νηστεύουσι