Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.861
Not analysed yet
πρέπει γε ἂν ἥκιστά γε τὸ τῶν ἰδίων ἔχεσθαι θελημάτων, τῶν εἰς φαυλότητα λέγω· μονονουχὶ δὲ καὶ ἐῤῥῶσθαι φράζειν αὐτοῖς, μεταφοιτᾷν δὲ πρὸς τὰ ἀμείνω, καὶ οἷον ἀπρὶξ φιλεῖν ἐξῆφθαι τῶν εἰς ἀρετὴν σπουδασμάτων, ψάλλειν τε οὕτω καὶ λέγειν, «Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου.» βʹ. Οὐκοῦν ἐπειδήπερ Πάσχα ἐστὶ Κυρίου, καὶ ὁ τῆς ἁπάντων ἡμῶν σωτηρίας καὶ ζωῆς καιρὸς ἀνίσχει, φέρε ταῖς νοηταῖς εὐκοσμίαις κατευφραίνωμεν τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, τὸν δι' ἡμᾶς καθ' ἡμᾶς γεγονότα, τουτέστιν, ἄνθρωπον οἰκονομικῶς, ἵν' ἡμεῖς ὦμεν ὑπὲρ ἑαυτοὺς, καὶ τῶν ἀνθρωπότητος μέτρων ἐπέκεινα, Θεοῦ χρηματίζοντες τέκνα, καὶ ἀδελφὸν ἔχοντες τὸν ὑπὲρ πᾶσαν τὴν κτίσιν. Φέρε προσαγάγωμεν θυσίας αὐτῷ πνευματικὰς δηλονότι καὶ χαριστηρίους. Ὁ μὲν γὰρ ἀρχαῖος Ἰσραὴλ μηλοσφαγίαις ἐτίμα, καὶ ταῖς δι' αἱμάτων ἐχρῆτο θυσίαις. Ἀλλ' ἤκουε Θεοῦ λέγοντος ἐναργῶς, «Τίς ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;» Καὶ μὴν καὶ διὰ φωνῆς τοῦ θεσπεσίου Δαβίδ· «Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι;» Παναρκὲς γὰρ τὸ Θεῖον, καὶ ζωοποιεῖ μὲν τὰ πάντα, δεῖ δὲ ὅλως αὐτῷ τῶν τοιούτων οὐδενός. Πλὴν ἐκεῖνό φαμεν· ὡς γὰρ ἐν ὀφλήματος τάξει ζητεῖ τὰς δωροφορίας παρ' ἡμῶν, καιροῦ μάλιστα καλοῦντος εἰς ἑορτήν· ἔφη γὰρ οὕτω διὰ τοῦ πανσόφου Μωσέως, «Ἔντειλε τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς λέγων, Τὰ δῶρά μου, δόματά μου, καὶ καρπώματά μου εἰς ὀσμὴν εὐωδίας διατηρήσετε, προσφέρειν ἐμοὶ ἐν ταῖς ἑορταῖς μου.» Εἶτα τί τὸ χρῆμα τῆς καρποφορίας, ἢ καὶ ὅπως ἂν γένοιτο πρὸς ἡμῶν, καταθρεῖν ἀναγκαῖον. Παραιτεῖται μὲν γὰρ ὡς καὶ ἀδρανῆ καὶ ἀνόνητον τῆς ἐν σκιαῖς λατρείας τὴν δύναμιν. Ἀκούω γὰρ λέγοντος τοῖς ἐξ Ἰσραήλ· «Οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν περὶ ὁλοκαυτωμάτων καὶ θυσιῶν, ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου.» Γράφει δὲ καὶ ὁ Παῦλος, «Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς, διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές· οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος.» Προανακεκράγει δὲ καὶ Θεὸς δι' ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. Ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι αὐτοῖς· ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος, δώσω νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς· καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πλησίον αὑτοῦ, καὶ τὸν ἀδελφὸν αὑτοῦ, λέγων, Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθήσομαι ἔτι. Καὶ ἔσομαι αὐτοῖς Θεὸς, καὶ αὐτοὶ ἔσονταί