Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.865
Not analysed yet
μαρτυρίου, καὶ δείραντες τὸ ὁλοκαύτωμα, μελιοῦσιν αὐτὸν κατὰ μέλη· καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον, καὶ στοιβάσουσι ξύλα ἐπὶ τὸ πῦρ, καὶ ἐπιστοιβάσουσιν οἱ υἱοὶ Ἀαρὼν ἱερεῖς τὰ διχοτομήματα, καὶ τὴν κεφαλὴν, καὶ τὸ στέαρ ἐπὶ τὰ ξύλα, ἐπὶ τοῦ πυρὸς τὰ ὄντα ἐπὶ τοῦ θυσιαστηρίου· τὰ δὲ ἐγκοίλια καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι, καὶ κάρπωμά ἐστι θυσία, ὀσμὴ εὐωδίας τῷ Κυρίῳ.» Μόσχος μὲν οὖν, ὡς ἔφην, τὸ ἱερουργούμενον. Τί δ' ἂν βούλοιτο δηλοῦν ὁ τύπος, ἐροῦμεν ὡς ἔνι. Ἐν εὐσθενείᾳ γὰρ νοῦ προσίεμεν τῷ Θεῷ, κοσμικῆς ἁπάσης κατευμεγεθοῦντες ἡδονῆς. Εὐσθενὲς δὲ ζῶον ὁ μόσχος. Ἄῤῥενα δὲ δεῖν αὐτὸν εἶναί φασι· τὸ γάρ τοι θηλυπρεπὲς, καὶ εὐδιάθρυπτον, εἰς ἦθος καὶ τρόπους τοῖς ἁγίοις ἀνάρμοστον, καὶ κρείττων ἀεὶ τοῦ μαλακίζεσθαι, καὶ καθικνεῖσθαι πρὸς τὰ αἰσχίω τῶν φιλαρέτων ὁ νοῦς. Οἷς δὴ καὶ μάλα εἰκότως τὸ ἱερὸν ἐπιφθέγγεται Γράμμα, πρὸς εὐανδρίαν αὐτοὺς ἀποφέρον τὴν πνευματικὴν, «Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.» Προσκομισθὲν δὲ τὸ θῦμα πρὸς αὐταῖς ταῖς θύραις τῆς ἁγίας σκηνῆς, κατεσφάζετο ἔναντι Κυρίου, καθὰ γέγραπται. Ἐρχόμενοι γὰρ καὶ ἡμεῖς ἐν τῇ ἁγίᾳ σκηνῇ, τουτέστιν, ἐν Ἐκκλησίᾳ, τότε δὴ, τότε καὶ τῆς ἄνωθεν ἐποπτείας ἀξιούμεθα, καὶ ἀξιόληπτον ὅτι τὸ δῶρόν ἐστι πιστώσεται λέγων ὁ μακάριος Δαβίδ· «Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με.» Στεφανοῖ γὰρ ταῖς ἀνωτάτω τιμαῖς οὓς ἂν ἕλοιτο καταθρεῖν. Τοῖς μὲν γὰρ ἐξ αἵματος Ἰσραὴλ, ἀποσπουδάζουσι μὲν ἐκτύπως τὸ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἐπιτηδείως ἔχειν, δι' οὐδενὸς δὲ λόγου ποιεῖσθαι μεμελετηκόσι τὸ προσκρούειν αὐτῷ, καὶ τῆς εἰς τὸν νόμον αἰδοῦς ἀνοσίους κατημεληκόσιν, «Ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με, φησὶν, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν.» Ἐπιγάννυται δὲ τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ προσιόντας αὐτῷ διὰ τῆς ἐν Χριστῷ πίστεως ἐφορᾷ. Γέγραπται γὰρ, ὅτι «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.» Ἐσφάζετο τοίνυν ὁ μόσχος, προσεχεῖτο δὲ τὸ αἷμα τῷ θυσιαστηρίῳ. Ἀλλὰ καὶ ἐφ' ἡμῶν αὐτῶν δρῷτο ἂν, οἶμαι, ταυτὶ, νοητῶς δηλονότι, καὶ πνευματικῶς. Καταλήγοντες γὰρ τῶν εἰς φαυλότητα σπουδασμάτων, καὶ κατανεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, κόσμῳ μὲν ἀποθνήσκομεν, εἰς ἁγίαν δὲ καὶ ἀμώμητον μεταφοιτῶμεν ζωήν· ἀξιεπαινετώτατον δὲ τὸ χρῆμά ἐστι παρά γε τῷ φιλαρέτῳ Θεῷ. Ψάλλει γοῦν καί φησιν ὁ προφήτης Δαβίδ· «Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.» Ταύτην ὑπομείνας τὴν εὐκλεᾶ τε καὶ ἀξιάγαστον νέκρωσιν ὁ πάνσοφος Παῦλος, ἐπιστέλλει καί φησιν· «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω· Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ὁ ἐν ἐμοὶ Χριστός.» Γέγραφε δὲ καὶ ἑτέροις, μᾶλλον δὲ καὶ ἡμῖν αὐτοῖς, «Οὐκ οἴδατε ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν