Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.868
Not analysed yet
αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον αὐτοῦ, ἵν' ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.» Οὐκοῦν ὁ μὲν τοῦ μόσχου θάνατος τὸ τεθνάναι τῷ κόσμῳ δηλοῖ· τόγε μὴν προσχεῖσθαι τῷ θυσιαστηρίῳ τὸ αἷμα, ψυχῆς ἁγίας καθιέρωσιν ὑπαινίττεται, καὶ ζωῆς ἁγίας καὶ θεοφιλοῦς ὑπεμφαίνει τὴν εὐοσμίαν· ψυχῆς γὰρ ἤτοι ζωῆς εἰς τύπον τὸ αἷμα λαμβάνεται παρά γε τῇ θεοπνεύστῳ Γραφῇ. Φησὶ γὰρ οὕτως ἐν τῷ Δευτερονομίῳ· «Πρόσεχε ἰσχυρῶς τοῦ μὴ φαγεῖν αἷμα, ὅτι τὸ αἷμα αὐτοῦ ψυχή. Οὐ βρωθήσεται ἡ ψυχὴ μετὰ τῶν κρεῶν. Οὐ φάγεσθε· ἐπὶ τὴν γῆν ἐκχεῖται αὐτὸ ὡς ὕδωρ. Ἀλλὰ καὶ δείραντες τὸ ὁλοκαύτωμα, φησὶ, μελιοῦσιν αὐτὸ κατὰ μέλη.» Τοῦτο συνεὶς εὖ μάλα νομομαθὴς ὢν ὁ Παῦλος, ἐπιστέλλει καί φησι· «Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτατος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ σώματος, καὶ ἐννοιῶν καρδίας, καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ. Πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ.» Ἡ γὰρ τῆς βύρσης ἀφαίρεσις, τὴν γύμνωσιν ὑπαινίττεται. Κέκρυπται γὰρ ὅλως τῶν ἐν ἡμῖν οὐδὲν, ἀλλ' οὐδ' ἄν τι διαλάθοι τὸν θεῖον καὶ ἀκήρατον νοῦν· καθικνεῖται δὲ καὶ μέχρις ἁρμῶν τε καὶ μυελῶν, καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ κατατέμνεσθαι μελεϊστὶ τὸ ζῶον. Ἀκούω δὲ λέγοντος ἐναργῶς, «Τίς οὗτος ὁ κρύπτων με βουλὴν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἵεται κρύπτειν;» Καὶ μὴν καὶ ἑτέρωθι, «Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν· μὴ ἀπ' ἐμοῦ κρυβήσεταί τι;» Πληροῖ γὰρ τὰ πάντα, καὶ ἀποδημεῖ τῶν ὅντων οὐδέν. Προστέταχε δὲ πρὸς τούτοις ἀποπλύνεσθαι δεῖν τοῦ μόσχου τὰ ἐνδόσθια, καὶ τοὺς πόδας. Καὶ τοῦτο ἡμῖν αὐτὸς ὁ Σωτὴρ διατρανοῖ λέγων· «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Εἶεν δ' ἂν εἰς τύπον οἱ πόδες τῆς ὡς ἐν ἔργοις πορείας, καὶ οἱονεὶ τρίβου τῆς κατ' ἀρετήν. Γέγραπται γὰρ ὅτι, «Ὀρθὰς τροχιὰς ποίει σοῖς ποσὶ, καὶ τὰς ὁδούς σου κατεύθυνε.» Καθαροὶ γὰρ λίαν οἱ τοιοίδε πόδες, ἀποφέρουσι δὲ καὶ πρός γε τὸ δεῖν ἀποπεραίνειν εὖ μάλα τὰς ἐντολὰς Κυρίου· ὃς, ἵνα ταῖς οὕτω σεπταῖς ἐμβιβάσῃ τρίβοις τοὺς ἐπὶ τῆς γῆς, καί τοι Θεὸς κατὰ φύσιν ὑπάρχων, καὶ ἐκ Θεοῦ Πατρὸς ἀποῤῥήτως γεγεννημένος, κεκένωκεν ἑαυτὸν, ἵνα τὴν ἀνθρώπου φύσιν ἐπίμεστον ἀποφήνῃ τῶν ἄνωθεν ἀγαθῶν· τεταπείνωκεν ἑαυτὸν, ἵν' ἡμῖν τὸ ὑψοῦ γενέσθαι χαρίσηται· γεγέννηται κατὰ σάρκα ἐκ γυναικὸς, ἵν' ἡμεῖς τὴν διὰ τοῦ Πνεύματος ἀναγέννησιν εἰς καινότητα ζωῆς δι' αὐτοῦ πλουτήσωμεν. Δέχεται δὲ παρ' ἡμῶν ἐπὶ γῆς μητέρα, καὶ δέδωκεν ἡμῖν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς· καὶ ἁπαξαπλῶς, αὐτοῦ γέγονε τὰ ἡμῶν κατ' οἰκείωσιν οἰκονομικὴν, ἵνα καὶ ἡμεῖς ἐν τοῖς ἰδικῶς αὐτοῦ σὺν αὐτῷ τε καὶ δι' αὐτὸν