Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.876
Not analysed yet
ἀληθείας διᾴττοντας, τὸν ὀρθόν τε καὶ ἀπλανῆ τῆς πίστεως, καὶ οὐδὲν ἔχοντα περιειργασμένον ἀγαπῆσαι λόγον· τοὺς δέ γε τοῖς ἁμαρτίας ἐμβεβηκότας βόθροις ὀλέθρου καὶ πάγης ἔξω ποιῆσαι πόδας, καὶ ταῖς ἑαυτῶν διανοίαις Ἰουδαϊκὸν ἐντετηγμένον μολυσμὸν ἀποτρίβεσθαι, ἐλέῳ Θεοῦ καὶ φιλανθρωπίᾳ δικαιοῦντος τὸν ἀσεβῆ, διὰ πίστεως δηλονότι τῆς ἐν Χριστῷ· τὸ, διδάξειν τοῖς εἰς αὐτὸν πιστεύσασι γεγραφὼς ὁ πάνσοφος Παῦλος· «Ἦ Ἰουδαίων ὁ Θεὸς μόνον; οὐχὶ δὲ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν, εἴπερ εἷς ὁ Θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.» Οὐκοῦν ἐπειδήπερ τοῖς εὐθέσι πρέπει αἴνεσις, καθὰ γέγραπται, παντὸς ἀπαλλάττοντες ῥύπου τὰς ἑαυτῶν ψυχὰς «δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ.» Τοῖς γε μὴν τοῦτο δρᾷν ἀνεπιπλήκτως ἐθέλουσιν, ἐκεῖνο διασκεπτέον, πῶς δὴ καὶ τίνα τρόπον ἀγαλλιάσαιτ' ἄν τις τῷ Κυρίῳ, καὶ οὐκ ἂν ἔξω βάλλοι σκοποῦ. Ὁ γάρ τοι φιλοσαρκίας ἡττώμενος, καὶ ἀποσπουδάζων μὲν τῶν ἐκτόπων οὐδὲν, ἐν παντὶ δὲ λόγῳ ποιεῖσθαι μεμελετηκὼς τὸ ὅτι μάλιστα κεκιβδηλευμένον καὶ ἀνόσιον εἰς τρόπους, ἐπιγαννύμενος δὲ καὶ τοῖς τοῦ παρόντος βίου περισπασμοῖς καὶ ταῖς ἐκ πλούτου τρυφαῖς, ἥκιστα μὲν Κυρίῳ τὸ ἀγαλλιᾶσθαι καὶ χαίρειν, προσκαίροις δὲ μᾶλλον ἡδοναῖς ἐκνενεμηκὼς, οὐ θιασώτης ἔσται σεπτὸς, οὔτε μὴν ἁγίοις χορευταῖς ἐναρίθμιος. Γέγραπται γὰρ, ὅτι «Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ.» Ὅ γε μὴν ταῖς εἰς ἐγκράτειαν εὐανδρίαις ἐπισεμνύνεσθαι διεσπουδακὼς, καὶ πέρα παντὸς ἰέναι πάθους, κατά γε τὸ ἐφικτὸν τῇ ἀνθρώπου φύσει, ἔχοι ἂν εἰκότως ὅτι μάλιστα πρέπον αὐτῷ τὸ χρῆναι δοξολογεῖν. Ὀνίνησι πρὸς τοῦτο ἡμᾶς γεγραφὼς ὡδὶ καὶ ὁ πάνσοφος Παῦλος· «Τοῦτο οὖν λέγω καὶ διαμαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτωμένοι τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Χριστοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν· οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ, εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστὸν, εἴγε αὐτὸν ἠκούσατε, καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ· ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. Ἀνανεοῦσθαι δὲ τῷ Πνεύματι τοῦ νοὸς ὑμῶν, καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.» Τίς οὖν ἄρα ἐστὶν ὁ παλαιὸς ἄνθρωπος; «Ὁ φθειρόμενος δηλονότι κατὰ τὰς ἐπιθυμίας τῆς σαρκός.» Νέος γε μὴν ὁ εἰς καινότητα ζωῆς τῆς ἐν Χριστῷ μεταστοιχειούμενος, ἀνακαινισθέντος ἐν αὐτῷ τοῦ νοὸς, καὶ ταῖς μὲν τῆς ἀληθοῦς θεοπτίας ἐντρυφῶντος αὐγαῖς, εὐρωστίας γε