Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.877
Not analysed yet
μὴν εἰς τοῦτο λοπὸν ἱγμένου, καὶ μὴν καὶ διᾴττειν εἰδότος, ὡς ἀνάλωτον μὲν ταῖς εἰς φαυλότητα γενέσθαι ῥοπαῖς, διψῇν δὲ μόνα καὶ ἑλέσθαι πληροῦν, τὰ δι' ὧν ἂν γένοιτο παντὸς εἴσω θαύματος. βʹ. Τέθειται μὲν γὰρ τοῖς ἐξ αἵματος Ἰσραὴλ διὰ Μωσέως ὁ νόμος. Ἀλλ' ἦν ἐν σκιαῖς καὶ τύποις, οὔπω προσίεσθαι δυναμένων τῶν τὸ τηνικάδε τὸ τελέως ἀγαθὸν, ἤτοι τοῦ τελείως ἔχοντος ἀγαθοῦ τὴν γνῶσιν· ἐν χρείᾳ δὲ μᾶλλον καθεστηκότων μαθήματος νηπιοπρεποῦς, ἵν' ὡς ἐν τύποις ἔτι μελετῶντες τὸ ἀληθὲς, τὸ τοῦ νόμου πέρας εἰδεῖεν ὀρθῶς, φημὶ δὴ Χριστόν· «Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστὸς,» καθὰ γέγραπται. Πῶς, ἢ τίνα τρόπον; συμφέρεται γὰρ τοῖς εὐαγγελικοῖς παιδεύμασιν ὁ διὰ Μωσέως νόμος, εἰ πρὸς ἡμῶν νοοῖτο πνευματικῶς. Ἀποφέρει γὰρ ἐπὶ τὸ Χριστοῦ μυστήριον. Καὶ μάρτυς αὐτὸς τοῖς Ἰουδαίοις λέγων· «Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε.» Τί τοίνυν γέγραφεν ὁ Μωσῆς; Οὐχ ὅτι μόνοις τοῖς ἐξ αἵματος Ἰσραὴλ ἐπικουρήσων ἀφῖκται Χριστὸς, ἀλλὰ γὰρ καὶ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν, ἔθνει τε παντί. Θεοῦ γὰρ πάντες, καθὸ καὶ πάντων ἐστὶ γενεσιουργὸς καὶ Κύριος. Προστέταχε τοίνυν σφάζεσθαι τὸν ἀμνὸν εἰς τύπον αὐτοῦ, πλὴν ἐκ πλαγίων τοῦ θυσιαστηρίου βλέποντα πρὸς βοῤῥᾶν. Ἀλλὰ γὰρ τί τὸ χρῆμα; φαίη τις ἂν ἴσως. Τί τὸ βαθὺ καὶ ἀμυδραῖς ἀσαφείαις κατεσκιασμένον αἴνιγμα τῆς ἱερουργίας; πεύσεται δὴ οὖν ὁ τοιοῦτος πρὸς ἡμῶν. Ἔστι μὲν οὖν, ὦ τὰν, τῶν Ἰουδαίων ἡ χώρα νοτιωτάτη· βορειοτέραν δὲ, καὶ θαλάσσης κρείττονα, τὴν τῶν ἐθνῶν εἶναί φασιν. Οὐκοῦν, τέθυται μὲν παρ' ἐκείνοις ὁ ἀμνός· πλὴν οὐκ ἄτοπον τὴν τῶν ἐθνῶν ἔχει χώραν. Τέτραπται γὰρ εἰς αὐτὴν κατά γε τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· «Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν· οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς· εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν.» Προσκέκρουκε γὰρ καὶ παρεπίκρανεν οὐ μετρίως ὁ Ἰσραήλ· ὅτι δὲ ἔμελλον τῆς πρὸς Θεὸν οἰκειότητος ἐξωθέντος αὐτοῦ ἐν παραδοχῇ γενέσθαι τὰ ἔθνη διὰ τῆς πίστεως, ἀταλαίπωρον ἰδεῖν, εἴπερ τις ἕλοιτο τὰς τῶν ἁγίων προφητῶν πολυπραγμονῆσαι φωνάς. Γέγραπται γοῦν· «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, ὅτι ἰδοὺ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ.» Καὶ τίς ὁ ἀπεσταλμένος, ἢ πάντως που ὁ Χριστὸς ὁ τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἀνακτίζων ἄνθρωπον, καὶ καταλύσας τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, εὐαγγελισάμενός τε τὴν εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς, τουτέστιν, Ἕλλησί τε καὶ Ἰουδαίοις; Ἔφη γοῦν, ὅτι «Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ γενήσονται