Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.892
Not analysed yet
μὲν ἀληθῶν εἰδόσιν οὐδὲν, λογισμῶν δὲ σαθρῶν εὑρὴ ἐπαυχεῖν εἰωθόσιν· «Ὧν αἱ τρίβοι σκολιαὶ, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν,» καθὰ γέγραπται. «Ἀποφέρουσι γὰρ, οὓς ἂν δύνωνται, πρὸς ὄλεθρον καὶ ἀπώλειαν, ὁδοῦ τῆς εὐθείας ἀποκομίζοντες.» Οὐκοῦν, ὡς ὁ θεσπέσιος γράφει ἀπόστολος, «Ἔξω ποιεῖσθαι προσήκει τοὺς κακοὺς ἐργάτας, ἔξω τοὺς κύνας,» οἳ τῶν τῆς ἀληθείας καθυλακτοῦσι δογμάτων, «Τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καθὼς γέγραπται, καὶ οὐκ ἀπὸ στόματος Κυρίου.» Καταγορεύσει γὰρ οὐδεὶς τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ τῆς αὐτοῦ δόξης κατανεανιεύεται, κατασύρων ὥσπερ αὐτὴν εἰς τὸ ἀκαλλὲς, μὴ οὐχὶ πρότερον ὠδινήσας ἐν ἑαυτῷ τὸν τοῦ ψεύδους εὑρετὴν, καὶ πατέρα διάβολον. Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος· «Οὐδεὶς λέγει ἀνάθεμα Ἰησοῦ, εἰ μὴ ὁ ἐν Βεελζεβούλ.» Παραιτητέον τοιγαροῦν τοὺς οἵ γε ταυτὶ καὶ φρονεῖν καὶ λαλεῖν ἐπιχειροῦσιν, ἑτέροις σφᾶς αὐτοὺς οἱ δείλαιοι προεμβεβληκότες ἀφύκτῳ δίκῃ. «Πλημμελοῦντες δὲ καὶ εἰς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν, εἰς Χριστὸν ἁμαρτάνουσι,» καὶ βαρύνουσι τὸν κλοιὸν αὐτῶν στοιβαρῶς, καθά φησιν ὁ προφήτης Ἱερεμίας. Ἀλλ' οὐκ ἂν ἁλοῖεν τοῖς παρ' αὐτῶν δελέασιν οἱ τὸ νοητὸν καὶ θεῖον εἰς νοῦν καὶ καρδίαν καταπλουτήσαντες φῶς. Εἴσεται δὲ πρὸς τούτῳ καὶ τὴν ἐφ' ἑκάστῳ τῶν πρακτέων ἀρετὴν, καὶ τεθαυμασμένην ὁδόν. Δεῖ γὰρ, οἶμαι, παρεσκεμμένως ἰέναι πρὸς τοῦτο, καὶ τὰ μὲν ὅσα ἐστὶ τῶν πραγμάτων μοχθηρὰ καὶ κίβδηλα, καὶ τοῖς ἱεροῖς ἀπᾴδοντα νόμοις, ἀπόβλητα καὶ ἀνέπαφα ποιεῖσθαι φιλεῖν· τά γε μὴν εἰς ἐξαίρετον καὶ τεθαυμασμένην ἀποφέροντα πολιτείαν, καὶ σπουδῆς ἁπάσης ἀξιοῦν, καὶ κατορθοῦν ἐπείγεσθαι νεανικῶς. Γέγραπται γὰρ ὅτι, «Οὐαὶ οἱ ποιοῦντες τὸ ἔργον Κυρίου ἀμελῶς.» Ὥσπερ γὰρ οὐκ ἀπόχρη πρὸς ἔνδειξιν εὐανδρίας τοῖς ἐθέλουσιν εὐδοκιμεῖν ἐν μάχαις, τὸ ἐν πανευτυχίᾳ μὲν εἶναι λαμπρᾷ, καὶ ἐν δοκήσει μόνῃ τοῦ δύνασθαι νικᾷν· προσεῖναι δὲ μᾶλλον ἀναγκαῖον αὐτοῖς, καὶ τὴν ἐξ αὐτῶν τῶν ἔργων λαμπρότητα· κατὰ τὸν ἴσον, οἶμαι, τουτονὶ τρόπον, οὐκ ἂν γένοιτό τις τῆς ἀρετῆς ἐν καλῷ, τὸ ῥᾴθυμον καὶ ἀτημελὲς εἰς νοῦν ἔχων ἔτι· χρῆναι δέ φημι παντὶ σθένει καὶ πάσῃ προθυμίᾳ χρώμενον τῶν εἰς εὐσέβειαν ἐφίεσθαι σπουδασμάτων. Ἔσται γὰρ ὁ τοιοῦτος καὶ τῶν εἰς λῆξιν ἐπαίνων ἄξιος, καὶ τὴν ἐξαίρετον ἀληθῶς ἀποίσεται δόξαν, παρά τε Θεῷ καὶ ἀνθρώποις εὐδόκιμος ἀναδεδειγμένος. Ταῦτα τοῖς ἀρχαίοις τεθεσμοθέτηκε μὲν ὁ Μωσῆς δι' αἰνιγμάτων καὶ σκιᾶς, οἴσων γε μὴν εἰς τὸ ἐμφανὲς ἐπέφανεν ὁ Χριστὸς, αὐτὸς ὢν ἡ ἀλήθεια. Ἐπειδὴ δὲ, οὔτε τῶν πρακτέων τὴν γνῶσιν διὰ τῆς τοῦ κόσμου σκιᾶς ἀνευρεῖν ἦν δύνασθαι καθαρῶς, οὔτε μὴν ἀπόνιψιν τὴν ἀπό γε τῶν πλημμελημάτων· δεδικαίωκε γὰρ οὐδένα νόμος, κατακρίνων μᾶλλον,