Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.893
Not analysed yet
ἤπερ ἀνιεὶς ἐγκλημάτων τοὺς παραβαίνοντας· προενόησε τῆς ἁπάντων ἡμῶν σωτηρίας καὶ ζωῆς ὁ Θεὸς καὶ Πατήρ. Ὡς γὰρ εἰδὼς τὸ πλάσμα ἡμῶν, καὶ τῆς ἐνούσης ἡμῖν διανοίας τὸ ἐφ' ἃ μὴ θέμις εὐπαρακόμιστον, δέδωκεν ἡμῖν τὴν ἐν πίστει δικαίωσιν ἐν Χριστῷ, τῶν ἀρχαίων αἰτιαμάτων ἀπαλλάττουσαν, καὶ ἀφανίζουσαν μὲν τῶν ἤδη προεπταισμένων τὴν κατάκρισιν, μεθιστῶσαν δὲ μᾶλλον εἰς καινότητα ζωῆς τὴν ἀσυνήθη τοῖς πάλαι. «Πάντα γὰρ ἐν Χριστῷ καινὰ, καὶ τὰ ἀρχαῖα παρῆλθε,» κατὰ τὴν τοῦ Παύλου φωνήν. Ἐπέφανε τοίνυν ἡμῖν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, Θεὸς ὢν καὶ Κύριος. Ἐπέφανε δὲ τίνα τρόπον; καθεὶς ἑαυτὸν εἰς ἑκούσιον κένωσιν, καὶ ὀφθεὶς ἄνθρωπος παραδόξως ἐπὶ τῆς γῆς. «Ἐπελάβετο γὰρ σπέρματος Ἀβραὰμ, καὶ ὡμοιώθη κατὰ πάντα τοῖς ἀδελφοῖς,» δίχα μόνης ἁμαρτίας. Οὐ γὰρ ἦν ἐφικτὸν τὴν θείαν τε καὶ ἀκήρατον φύσιν, τὴν παντὸς ἐπέκεινα νοῦ, καὶ πέρα λόγου καὶ θαύματος, τοῖς τῆς ἁμαρτίας ἁλῶναι βρόχοις. «Φῶς γάρ ἐστι τὸ ἀληθινὸν, καὶ ἡ σκοτία αὐτὸν οὐ κατέλαβεν.» Ἐπειδὴ δὲ καθ' ἡμᾶς ἦν ὁρώμενος ἄνθρωπος, ἵνα μὴ τοῦτο μόνον ὑπάρχειν νομίζηται παρά γε τῶν οὐκ ἀκριβῶς ἐγνωκότων τὸ περὶ αὐτοῦ μυστήριον, ὑπάρχων δὲ μετὰ τούτου, καὶ τῶν ὅλων Θεὸς γνωρίζεται, διὰ πλείστων ὅσων ἡμῖν μεγαλουργημάτων ἰσοφυᾶ καὶ ὁμοούσιον ἑαυτὸν ἀπέφηνε τῷ Πατρί. Τοιγάρτοι καὶ ἔφασκεν· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε·» νεύματι γὰρ καὶ θελήσει μόνῃ τὰ πέρα λόγου πληρῶν, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως τοῦ γεννήσαντος, καὶ δορυφορούμενος μὲν ὑπὸ τῶν ἁγίων ἀγγέλων· μετὰ γὰρ τὸν τοῦ διαβόλου πειρασμὸν, ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ· θεοπρεπῶς δὲ τῇ κτίσει κατὰ καιροὺς ἐπιπλήττων· ἔφη γὰρ τῇ θαλάσσῃ· «Σιώπα, πεφίμωσο,» καὶ ῥαγδαίοις πνεύμασιν ἐκέλευσεν ἠρεμεῖν, ὅτε καὶ πάντες οἱ μαθηταὶ ταῖς καθηκούσαις αὐτὸν εὐφημίαις στεφανοῦντες, ἔλεγον· «Ἀληθῶς Θεοῦ Υἱὸς εἶ.» Ἦν μὲν οὖν, ὡς ἔφην, ἀπό γε τῶν μεγαλουργουμένων ἀκονιτὶ κατιδεῖν, ὡς Θεός τέ ἐστιν ἀληθῶς, καὶ Θεοῦ τοῦ κατὰ φύσιν Υἱός. Ἀλλ' οὐκ οἶδ' ὅπως, καί τοι τὴν διὰ τοῦ νόμου παιδαγωγίαν λαχόντες οἱ ἐξ Ἰσραὴλ, καὶ ταῖς τῶν ἁγίων προφητῶν ἐντυχόντες συγγραφαῖς, εἰς τοῦτο πεπτώκασι δυσβουλίας, ὡς ἀγνοῆσαι μὲν αὐτὸν, κατεξανίστασθαι δὲ πικρῶς, καὶ συκοφαντεῖν ἀνοσίως τὰ δι' ὧν ἦν εἰκὸς οὐ μετρίαν δύνασθαι κερδάναι τὴν ὄνησιν, καὶ ὡς ἀπό γε τῆς τῶν δρωμένων λαμπρότητος τῆς ἐνούσης αὐτῷ δυνάμεως κατιδεῖν εὐκόλως τὴν ὑπερφυᾶ καὶ πέρα μέτρων ὑπεροχήν. Ἀλλ' ἔξω μὲν ᾔεσαν σκοποῦ, διεκπίπτοντες δὲ ὥσπερ εἰς ἀκάθεκτον ἀγριότητα καὶ εἰς ἀκράτους ὀργὰς ἀσυνέτως καταθηγόμενοι, ἐπεπήδων οἱ δείλαιοι ποτὲ μὲν λέγοντες, «Διὰ τί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;» ποτὲ δὲ καὶ λίθοις κατασφενδονῶντες αὐτὸν, καὶ τελευτῶντες,