Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.897
Not analysed yet
μὴν πεμπούσης ἐσωτέρω τοῦ καταπετάσματος. Μόνοις γὰρ ἡμῖν ἐνεκαίνισεν ὁ Χριστὸς τὴν ἁγίαν ταύτην καὶ τριπόθητον εἰσδρομήν. Ἐπειδὴ δὲ ὅλως εἰσκεκομίσμεθα, καὶ ἀφῄρηται τῆς ἁπάντων ἡμῶν διανοίας τὸ καταπέτασμα, φέρε λοιπὸν ἰσχνῶς, καὶ καθαρωτάτοις ὄμμασι τὰ κεκρυμμένα ζητήσωμεν, καὶ οἱονεὶ περιῤῥήξαντες τὴν τοῦ νόμου σκιὰν, ἴδωμεν τὴν ἀλήθειαν. ᾨήθησαν μὲν οὖν, ὡς ἔφην, ἐκ πολλῆς ἄγαν ἀσυνεσίας οἱ ἐξ Ἰσραὴλ, καὶ θανάτῳ κάτοχον ἀποφῆναι δύνασθαι τὴν ζωὴν, τουτέστι Χριστόν. Ἀλλ' ἡμάρτανον τοῦ σκοποῦ, βάλλοντες εἰκῆ, καὶ πονοῦντες ἐπ' οὐδενὶ, καὶ, καθά φησιν ὁ προφήτης Δαβὶδ, «διαλογιζόμενοι βουλὴν, ἣν οὐ μὴ δύνωνται στῆναι.» Εὐτεχνέστατα γὰρ ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος, ἅτε δὴ καὶ αὐτὸς ὑπάρχων ἡ πᾶσα σοφία, τὸ ἐκ διαβολικῆς δυστροπίας ἐσκευασμένον, πρόφασιν ἐποιεῖτο σωτηρίας καὶ ζωῆς, τῆς ἀνὰ πᾶσαν τὴν γῆν. Ἐφῆκε γὰρ καὶ τῇ ἰδίᾳ σαρκὶ γεύσασθαι θανάτου, κατὰ τὸ γεγραμμένον, ἵνα καὶ θανάτου δείξας αὐτὴν κρείττονα διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, κατορθώσῃ τοῖς ἐπὶ τῆς γῆς τὸ δύνασθαι κατευμεγεθεῖν καὶ θανάτου καὶ φθορᾶς. Ἀπαρχὴ γὰρ γέγονε τῶν κεκοιμημένων αὐτὸς, καὶ πρωτότοκος τῶν νεκρῶν, ἵνα τοῖς ἴχνεσιν αὐτοῦ καὶ ἡμεῖς κατακολουθήσαντες, συνεγερθῶμεν τῇ ἀπαρχῇ, καὶ τῷ πρωτοτόκῳ πάντες ἀκολουθήσωμεν οἱ πρὸς ἀδελφότητα κεκλημένοι τὴν πρὸς αὐτὸν δι' αὐτοῦ. «Ὅσοι γὰρ ἔλαβον αὐτὸν, φησὶν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.» Ὅτι γὰρ ἐν θανάτῳ Χριστοῦ τῆς φθορᾶς κρείττους γεγόναμεν, καὶ ἐξ αὐτῶν ἂν μάθοι τῶν Μωσέως γραμμάτων ὁ φιλόνεικος Ἰσραήλ. Τεθύκασι γὰρ ἐν Αἰγύπτῳ τὸν ἀμνόν· εἶτα τῶν κρεῶν αὐτοῦ κατεδηδοκότες, καταχρίοντες δὲ καὶ τῷ αἵματι τῶν δωματίων τὰς εἰσβολὰς, ἤτοι τὰς φλιὰς, οὐ συνδιολώλασι τοῖς Αἰγυπτίοις. Ἀλλ' εἰ μηδὲν ἐν τούτοις τὸ μυστικὸν, εἰ μὴ λόγος ἀληθής ἐστι τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν ἐν σκιαῖς ἔτι γραφομένην ἔχων, διὰ ποίαν αἰτίαν οὐκέτι σώζει τινὰς ὁ ἀμνὸς σφαζόμενος, καὶ αἵματι τῷ ἰδίῳ δυσωπῶν τὸν ὀλοθρευτήν; θείων γὰρ μυστηρίων κατ' οὐδένα τρόπον ἀτονήσει δύναμις. Καὶ ὡς ὁ πάνσοφος γράφει Παῦλος, «Ἀμεταμέλητα τὰ χαρίσματα, καὶ ἡ κλῆσις τοῦ Θεοῦ.» Ἔστι τοίνυν ἅπασιν ἐναργὲς, ὡς ἐν Χριστῷ καὶ μόνῳ κεκερδάκαμεν τὸ ἀνώλεθρον· ζωὴ γάρ ἐστι καὶ ζωοποιός· ὥστε καὶ τὸ φθείρεσθαι πεφυκὸς κατ' ἰδίαν φύσιν, γένοιτ' ἂν ἐπέκεινα τοῦ παθεῖν αὐτὸ καὶ ῥᾷστά γε δὴ τὸν τῆς ἀφθαρσίας χιτῶνα πεπλουτηκὸς, τουτέστι, Χριστόν. «Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.» Πρέποι δ' ἂν καὶ μάλα εἰκότως τῶν βεβαπτισμένων ἑκάστῳ λέγειν τὸ, διὰ τῆς τοῦ προφήτου φωνῆς· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης.» Κατημφιασμένοι γὰρ,