Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.900
Not analysed yet
ὥσπερ ἔφην, τὸν τῆς εὐφροσύνης χιτῶνα, τουτέστι, Χριστὸν, τὸ τοῦ θανάτου διαδιδράσκομεν κράτος. Ἔχεις ἐν ταῖς τοῦ νόμου σκιαῖς γραφόμενον τὸ μυστήριον. Τύποι γὰρ ἦσαν τὰ διὰ Μωσέως, καὶ πραγμάτων εἰκόνες, ἀμυδρόν πως ἔτι τὸ τῆς ἀληθείας κάλλος ὠδίνουσαι. Οὐκοῦν αὐλιζομένοις ποτὲ κατὰ τὴν ἔρημον τοῖς ἐξ Ἰσραὴλ, ἄρτον ἐδίδου ὁ Θεὸς τὸ μάννα τὸ μυστικόν. Οἱ δὲ συνεκόμιζον τὸ ἀποχρῶν εἰς ἡμέραν, τοῦ θείου νόμου καὶ τοῦτο προστάττοντος. Ἐφθείρετο γὰρ τὸ τετηρημένον, καὶ τοῦ περιττοῦ καὶ ὑπὲρ χρείαν ἡ συγκομιδὴ, πόνος ἦν εἰκαῖος αὐτοῖς, καὶ δίκης τάχα που πρόξενος. Καὶ γοῦν «Τετηρήκασί τινες εἰς τὴν αὔριον,» καθὰ γέγραπται, καὶ ἐξεπικράνθη, φησὶν, ἐπ' αὐτοῖς ὁ Μωσῆς, ὡς τῶν ἱερῶν θεσπισμάτων πεπατημένων. Ἀλλ' ὅτι τὸ φθείρεσθαι πεφυκὸς γένοιτ' ἂν, ὡς ἔφην, καὶ πέρα τοῦ φθείρεσθαι, καὶ τῶν τῆς ἰδίας φύσεως ἐπέκεινα μέτρων, Θεοῦ θέλοντος, πεπληροφόρηκεν ὁ Μωσῆς. Γέγραπται γὰρ οὕτως ἐν τῇ Ἐξόδῳ· «Καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· Λάβε στάμνον χρυσοῦν, καὶ ἔμβαλλε εἰς αὐτὸν πλῆρες τὸ γόμορ μάν. Καὶ ἀποθήσεις αὐτὸ ἐναντίον τοῦ Θεοῦ εἰς τὰς γενεὰς ὑμῶν. Καὶ ἀπέθηκεν Ἀαρὼν ἐναντίον τοῦ μαρτυρίου εἰς διατήρησιν.» Δέχεται μὲν γὰρ ἀεί πως τὸ Γράμμα τὸ ἱερὸν, εἰς ὑποτύπωσίν τινα τῆς θείας καὶ ἀκηράτου φύσεως τὸ χρυσίον, ἅτε δὴ καὶ ἐν ὕλαις ὑπερτεροῦν ταῖς τοιαῖσδε τυχόν. Ὅταν οὖν ἡμᾶς περιβάλῃ Χριστὸς, καθάπερ ἀμέλει καὶ ὁ χρυσοῦς στάμνος τὸ μάννα, τότε καὶ ἄφθαρτοι μενοῦμεν, ἐφορῶντος Θεοῦ, καὶ τοῖς καθ' ἡμᾶς οἱονεί πως ἐνιέντος τὸν ὀφθαλμόν. Ἐκ προσώπου μὲν γὰρ γεγονότες διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ οἷον ἐξ ὀμμάτων κείμενοι, κατεκομίσθημεν εἰς φθοράν. Οὕτω γὰρ γέγραπται διὰ φωνῆς τοῦ Δαβίδ· «Ἀποστρέψαντός σου τὸ πρόσωπον, ταραχθήσονται, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.» Ἐπειδὴ δὲ τῆς παρ' αὐτοῦ φειδοῦς τε καὶ ἐποπτείας ἠξιώμεθα, καὶ τοῦτο μετὰ τῶν ἄλλων ἐν Χριστῷ κερδαίνοντες, εἰς μακραίωνα βίον μεταστοιχειούμεθα, καὶ ἐσμὲν ἐπ' ὀφθαλμοῖς τοῦ πάντων Πατρὸς, καὶ μενοῦμεν εἰς διατήρησιν, ὥστε καὶ ἕκαστον ἡμῶν ἀνασκιρτῶντα λέγειν· «Ποῦ ἡ νίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, ᾅδη;» Ἀναστήσονται γὰρ οἱ νεκροὶ, κατὰ τὴν τοῦ προφήτου φωνήν· «Καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις. Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ, ἴαμά ἐστιν αὐτοῖς.» Ὡς οὖν εἰς μακραίωνα βαδιούμενοι βίον, καὶ ἀναφοιτήσοντες εἰς τὸ ἐν ἀρχαῖς, ἀξίους ἑαυτοὺς ἀποφήνωμεν τοῦ συνεῖναι Χριστῷ. Γέγραπται γὰρ ὅτι «Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος.» Καὶ, καθά φησιν ὁ αὐτοῦ μαθητής· «Εἰ Πατέρα ἐπικαλούμεθα τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ἡμῶν χρόνον ἀναστρεφώμεθα·» εὖ εἰδότες, ὅτι σμικρά τέ ἐστι καὶ εὐμάραντα, καὶ εὐαπόβλητα παντελῶς, καὶ ἴσῳ σκιαῖς, παρελαύνοντα