Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.908
Not analysed yet
λέγων διὰ φωνῆς Ὠσηὲ τοῦ προφήτου· «Ἀκούσατε λόγον Κυρίου, υἱοὶ Ἰσραὴλ, διότι κρίσις τῷ Κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν, διότι οὐκ ἔστιν ἀλήθεια, οὐδὲ ἔλεος, οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς· ἀρὰ δὲ καὶ φόνος, καὶ ψεῦδος, καὶ φόνος, καὶ κλοπὴ, καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς. Καὶ αἵματα ἐφ' αἵμασι μίσγουσι. Διὰ τοῦτο πενθήσει ἡ γῆ, σὺν πᾶσι τοῖς κατοικοῦσιν αὐτήν.» Καὶ μὴν καὶ διὰ Μιχαίου πάλιν· «Ἐγένοντο λογιζόμενοι κόπους, καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν, καὶ ἅμα τῇ ἡμέρᾳ συντελοῦντες αὐτά. Διότι οὐκ ἦραν πρὸς Θεὸν τὰς χεῖρας αὐτῶν. Καὶ ἐπεθύμουν ἀγροὺς, καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ διήρπαζον ἄνδρα, καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα δὲ καὶ τὴν κληρονομίαν αὐτοῦ.» Ἀνεφώνει δέ τις καὶ ἕτερος τῶν προφητῶν· «Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγροὺς πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ταῦτα.» Οἱ γὰρ ἀκάθεκτοι πρὸς πλεονεξίαν, ἀεὶ τοῖς οὖσι προστιθέναι σπουδάζοντες, τὰ οὐκ αὐτοῖς μᾶλλον, τοῖς δὲ πέλας προσήκοντα, τάχα που καὶ μόνοι τὴν γῆν οἰκήσιμον ἔχειν ἐπείγονται, γειτόνων οὐκ ἀνεχόμενοι. Ταῦτά τινες ἔδρων τῶν πάλαι, θείων ὑπερορῶντες νόμων. Ἀλλ' ἦν καὶ οὕτω φιλάνθρωπος ὁ νομοθέτης καὶ κριτής. Ἐκάλει γοῦν τοὺς λελυπηκότας εἰς μετάγνωσιν διὰ φωνῆς Ἱερεμίου, λέγων· «Ἐπιστράφητε πρός με, ἡ κατοικία τοῦ Ἰσραὴλ, λέγει Κύριος, καὶ οὐ μὴ στηρίσω τὸ πρόσωπόν μου ἐφ' ὑμᾶς, ὅτι ἐλεήμων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐ μηνίων ὑμῖν εἰς τὸν αἰῶνα. Πλὴν γνῶθι τὴν ἀδικίαν σου, ὅτι εἰς Κύριον τὸν Θεόν σου ἠσέβησας.» Ἐπειδὴ δὲ πολὺ νοσοῦντες τὸ ἄτακτον, καὶ δυσαπόνιπτον ἔχοντες τὴν ἀκαθαρσίαν, καὶ τό γε δὴ δεῖν ἐρηρεῖσθαι τοῖς φαύλοις τοῦ παντὸς ἀξιοῦντες λόγου, δι' αὐτῶν ἡλίσκοντο τῶν πραγμάτων, ἐπηφίει λοιπὸν τὰ ἐξ ὀργῆς αὐτοῖς. Πλὴν ἥκιστα μὲν ἀσυμμέτρως, κεράσας δὲ μᾶλλον ἀγανακτήσει τὸν ἔλεον. Ἔφη γὰρ οὕτω· «Καὶ ἐγὼ δώσω ὑμῖν γομφιασμὸν ὀδόντων ἐν πάσαις ταῖς πόλεσιν ὑμῶν, καὶ ἔνδειαν ἄρτων ἐν πᾶσι τοῖς τόποις ὑμῶν, καὶ οὐκ ἐπεστρέψατε πρός με, λέγει Κύριος. Καὶ ἐγὼ ἀνέσχον ἐξ ὑμῶν τὸν ὑετὸν πρὸ τριῶν μηνῶν τοῦ τρυγητοῦ, καὶ βρέξω ἐπὶ πόλιν μίαν, ἐπὶ δὲ πόλιν μίαν οὐ βρέξω. Μερὶς μία βραχήσεται. Καὶ μερὶς ἐφ' ἣν οὐ βρέξω, ξηρανθήσεται, καὶ συναθροισθήσονται δύο καὶ τρεῖς πόλεις εἰς πόλιν μίαν τοῦ πιεῖν ὕδωρ, καὶ οὐ μὴ ἐμπλησθῶσιν. Καὶ οὐδ' ὣς ἐπεστρέψατε πρός με, λέγει Κύριος. Ἐπάταξα ὑμᾶς ἐν πυρώσει, καὶ ἐν ἰκτέρῳ. Ἐπληθύνατε κήπους ὑμῶν, ἀμπελῶνας ὑμῶν, καὶ συκῶνας ὑμῶν, καὶ ἐλαιῶνας ὑμῶν κατέφαγεν ἡ κάμπη· καὶ οὐδ' ὣς ἐπεστρέψατε πρός με, λέγει Κύριος.» Ἄθρει δὴ οὖν ὅπως, οὐ πῦρ