Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.909
Not analysed yet
ἄνωθεν ἐπηφίει τοῖς ἡμαρτηκόσιν. Ἐθορύβει δὲ μᾶλλον συστέλλων τὰ ζωαρκῆ. Καὶ ὑπόμνησιν ὥσπερ τινὰ τὸ χρῆμα ποιούμενος, τοῦ χρῆναι μεθέντας τὸ διαβιοῦν ἐκνόμως, τῶν ἀμεινόνων ἐρᾷν. Ὅτι δὲ πλημμελημάτων ἐκτετίκασι δίκας οἱ καθ' ὧν ἐκεῖνα γενέσθαι συμβέβηκε, διαδείκνυσι λέγων ὁ τῶν ὅλων Θεός· «Ὅτι ἐμοῦ ἠμέλησας, λέγει Κύριος, αἱ ὁδοί σου καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν ταῦτά σοι.» Ὧδε μὲν οὖν τὰ ἐκείνων. Τὰ δὲ καθ' ἡμᾶς αὐτοὺς πολυπραγμονῶμεν, εἰ δοκεῖ. Ὑετῶν μὲν γὰρ καθέσεις ὀκνοῦσιν ἔσθ' ὅτε, καίτοι καιροῦ νέμοντος ἐντρυφᾷν αὐτοῖς, ποταμίων δὲ ναμάτων λυποῦσιν ἐγκοπαί· ἱδρῶτες ἄμισθοι τῶν ἀροῦν εἰωθότων. Ἀγρῶν ἀκαρπίαι, τῶν ὠρίμων καταφθοραί. Ἀῤῥωστίαι σωμάτων δειναὶ καὶ παγχάλεποι. Λύπαι τὸ ἐντεῦθεν, κομμοί τε καὶ θρῆνοι, καὶ σπανανδρία πολλὴ κατὰ πόλεις καὶ κώμας. Φέρε δὴ οὖν τοὺς τῶν ἰατρῶν εὐτεχνεστάτους ἀπομιμούμενοι, πολυπραγμονῶμεν εὐφρόνως τῆς τοιᾶσδε συμφορᾶς τὴν πρόφασιν. γʹ. Ἔχει τοίνυν ῥίζαν ὥσπερ τινὰ πονηρὰν τὴν πολύμορφον ἁμαρτίαν. Ἐκεῖθεν ἡμῖν ἀνίσχει τὰ μοχθηρά· καὶ τῶν ἀνιᾷν πεφυκότων τὴν γένεσιν, οὐχ ἑτέραν φαίη τις ἂν ὡς ἀπό γε τῶν τοῖς πάλαι συμβεβηκότων εἰς κατάληψιν τῶν καθ' ἡμᾶς εὖ μάλα χειραγωγούμενος. Ἐπιφραζόντων τινὲς, ἀγαθὸν ἔχουσιν ἡμῖν καὶ πλουσιόδωρον τὸν Δεσπότην, πῶς οὐ μέτεστι τὸ ἐν εὐπραξίαις εἶναι μακραῖς καὶ διηνεκέσι; Τί τὸ ἐμποδὼν καὶ τῶν ἡδίστων ἡμᾶς ἐν ἐκβολῇ γενέσθαι ποιοῦν, καὶ ἀποφέρον εἰς λύπας, καὶ τοῖς οὕτως ἀπηχθημένοις ἐνομιλεῖν ἀναγκάζειν; Ἀλλ' ἔστιν, οἶμαι, παντί τῳ σαφὲς, ὅτι τῶν εὐκταιοτάτων ἐν σπάνει γεγόναμεν. Καὶ οὐ καθ' ἕνα καιρὸν προσκρούοντες, καὶ τῶν ἱερῶν καταρᾳθυμήσαντες ἐνταλμάτων. Ὅτι γὰρ ἀπαράβλητον ἔχει τὴν ἡμερότητα, καὶ φιλανθρωπίαν, χαλεπὸν οὐδὲν κἀντεῦθεν ἰδεῖν. Νέμει μὲν γὰρ τοῖς ὠλισθηκόσι χεῖρα σωτήριον. Μεταφοιτᾷν δὲ κελεύει πρὸς τὰ βελτίω, λέγων· «Ἐκζητήσατε τὸ καλὸν, καὶ μὴ τὸ πονηρὸν, ὅπως ζήσητε, καὶ ἔσται οὕτω μεθ' ὑμῶν Κύριος ὁ Θεός.» Καὶ τοῦτο δρᾷν ᾑρημένοις, τὴν τῶν ἀγαθῶν ἀμφιλαφῆ χορηγίαν, ὑπισχνεῖται λέγων· «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἐπακούσομαι τῷ οὐρανῷ, καὶ ὁ οὐρανὸς ἐπακούσεται τῇ γῇ, καὶ ἡ γῆ ἐπακούσεται τὸν σῖτον, καὶ τὸν οἶνον, καὶ τὸ ἔλαιον.» Ἀλλὰ καὶ δι' ἑτέρου προφήτου πάλιν· «Δοκιμάσατε δὴ ἐν τούτῳ, λέγει Κύριος παντοκράτωρ. Ἐὰν μὴ ἀνοίξω ὑμῖν τοὺς καταῤῥάκτας τοῦ οὐρανοῦ, καὶ ἐκχεῶ ὑμῖν τὴν εὐλογίαν μου, ἕως τοῦ ἱκανωθῆναι,» τουτέστιν, ἐμπλησθῆναι καὶ σχεῖν ἱκανῶς. Οὐκοῦν «Δεῦτε προσκυνήσωμεν, καὶ προσπέσωμεν αὐτῷ,» καθά φησιν ὁ θεσπέσιος Μελῳδὸς, «καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς.» Αἰτήσωμεν παρ' αὐτοῦ τὸ ἐξ ἡμερότητος ἔλαιον. Μεταστήσωμεν τὰς ἑαυτῶν καρδίας ἐπὶ τὸ δρᾷν ἐθέλειν τὰ ἀγαθά. Καὶ γὰρ εἰσί πως καὶ ἀπροφάσιστα παντελῶς τὰ τῆς ῥᾳθυμίας ἐγκλήματα. Αὐτὸς γὰρ ἡμῖν ἐξ οὐρανῶν ἐπέφανεν ὁ