Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.913
Not analysed yet
ΛΟΓΟΣ ΚϚʹ. αʹ. Κεχρήσομαι πάλιν ταῖς τοῦ πανσόφου Παύλου φωναῖς, καὶ δὴ καὶ ἐρῶ τοῖς ἐν πίστει δεδικαιωμένοις, καὶ ἡγιασμένοις ἐν πνεύματι· «Χαίρετε ἐν Κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαίρετε, τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις·» καιρὸς καρτερίας καὶ ὑπομονῆς· καιρὸς ἐξαιρέτων ἀνδραγαθημάτων, καὶ νοητῆς εὐανδρίας. Εἰσελαύνει γὰρ πάλιν τῆς ἁγίας ἡμῶν ἑορτῆς ὁ καιρός. Σεπτῆς δηλονότι καὶ πανάγνου νηστείας προανισχούσης αὐτοῦ· ἵνα τὴν εὐκλεᾶ καὶ εὐδόκιμον κατορθοῦντες ζωὴν, καὶ διὰ πόνων ἀγαθῶν τοὺς ἐκ τῆς ἁμαρτίας μολυσμοὺς ἀποτριβόμενοι, ἁγίους καὶ ἀμώμους ἑαυτοὺς παραστήσωμεν τῷ Χριστῷ, μονονουχὶ βοῶντας, καὶ λέγοντας· «Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστιν.» Οἶμαι δὲ δεῖν τοὺς, οἵπερ ἂν εἶεν τῆς εὐαγγελικῆς εὐζωΐας ἐπιστήμονες, καὶ τῶν τοῖς ἁγίοις ηὐτρεπισμένων γερῶν ἐρασταὶ, προθυμίαις τισὶν ἀμάχοις ἐκτεθηγμένους πρὸς τοῦτο ἰέναι, τὸν ἀδρανῆ καὶ ἄμισθον διαῤῥιπτοῦντας ὄκνον, τῆς ἑαυτῶν διανοίας ὡς ἀπωτάτω, καὶ οἷον ἐῤῥῶσθαι φράσαντας ταῖς ἀνοήτοις ἀφιλεργίαις. Οὐ γάρ τοι βάσιμα τὰ ἐξαίρετα τῶν πραγμάτων τοῖς νενευκόσιν ἐπὶ τὸ ῥᾴθυμον· οὔτε μὴν ἁλώσιμα τὰ παρὰ Θεοῦ. Φιλεῖ γὰρ ἱδρῶτας ἡ ἀρετὴ, καὶ τρίβον λαχοῦσα τὴν εὐθὺ φέρουσαν αὐτῆς, σκληρὰν καὶ ἀνάντη τοῖς τληπαθεῖν ἑλομένοις, ψιλήν τε αὐτὴν καὶ εὐήλατον ἀποφαίνει, τὸ εὐδοκιμεῖν ὅτι μάλιστα πεφυκὸς σαγηνεύουσα γένος καὶ καλοῦσα πρὸς ἑαυτὴν, ἀποσοβοῦσα δὲ ὥσπερ τὸ ἀφιλεργὲς καὶ ἀφιλοπόλεμον. Ἐρᾷ γὰρ, ὡς ἔφην, τῶν ἐξειλεγμένων. Τοιοῦτόν τι καὶ ὁ προφήτης φησίν· «Εὐθεῖαι αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς· οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς.» Οὐκοῦν, ὡς ὁ θεσπέσιος γράφει Παῦλος, «Τοῦ λοιποῦ ἐνδυναμοῦσθε ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ· ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Διότι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις· διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι.» Ὥσπερ γὰρ ἡ βαρβάρων χώρα γείτονά τε καὶ ὅμορον οἰκοῦντες πόλιν, οἱ μέν τινες εἶεν ἐμπειροπόλεμοι, καὶ τῶν τακτικῶν ἐπιστήμονες, ὀλίγου παντελῶς ἀξιοῦσι λόγου τὰς ἐκείνων ἐμβολάς· ἥττους δὲ ὄντες τοῦ χρῆναι πονεῖν, καὶ ἀντεξάγειν ἀνδρικῶς τοῖς καταδῃοῦν ᾑρημένοις, ἑτοιμοτάτῃ κείσονται θήρᾳ· οὕτω καὶ οἱ τῆς ἐν νόμῳ ζωῆς ἐπιμεληταί· ὧν εἰσι μὲν ἐγγὺς οἱ μαχόμενοι. Πλεῖστοι γὰρ οὗτοι καὶ πικροί. Ἀλλ' οἵ γε τὸν νοῦν ἔχοντες ἐῤῥωμένον, καὶ οἷά τινα παντευχίαν πνευματικὴν τὴν εἰς Χρι-