Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.916
Not analysed yet
στὸν εὐσέβειαν ἐναρμοσάμενοί τε καὶ ἀντεξάγοντες, ἀμείνους μὲν ἔσονται τῆς ἐκείνων σκαιότητος. Ἄτρωτον δὲ καὶ ἀπλῆγα τὴν ἑαυτῶν καρδίαν τηρήσαντες, χαριστηρίους ᾠδὰς ἀνάψουσι τῷ Χριστῷ, λέγοντες· «Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν.» Χριστοῦ τοιγαροῦν συνασπίζοντος τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ εἰς εὐτολμίαν ἁγιοπρεπῆ καταθήγοντος τοὺς τοῖς εὐαγγελικοῖς θεσπίσμασιν ἕπεσθαι δεῖν ᾑρημένους, καταθλήσωμεν τῆς σαρκὸς, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ· μνημονεύσωμεν τῆς θείας λεγούσης Γραφῆς, «Πορνεία δὲ, καὶ ἀκαθαρσία πᾶσα, καὶ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις. Καὶ αἰσχρότης, καὶ μωρολογία ἢ εὐτραπελία, ἂ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία. Τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἣ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.» Καὶ πάλιν· «Ἆρ' οὖν, ἀδελφοὶ, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῇν. Εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε. Ὅσοι γὰρ πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσι.» Γραφόμεθα γὰρ ἐν τέκνοις Θεοῦ, τῆς ἐν Χριστῷ πολιτείας τὸ κάλλος ταῖς ἑαυτῶν διανοίαις εἰσοικισάμενοι, καὶ διὰ τῶν εἰς εὐσέβειαν σπουδασμάτων πρὸς αὐτὸν εὖ μάλα διαμορφούμενοι. Ὅτε τοίνυν ἡμῖν οἱ τῆς ἀκηράτου φύσεως χαρακτῆρες ἐλλάμπουσι, γεγράμμεθα δὲ καὶ ἐν τέκνοις Θεοῦ, καὶ ἀδελφότητα πεπλουτήκαμεν, τὴν πρός γέ φημι τὸν τῶν ὅλων παμβασιλέα Χριστὸν, αὐτῷ τὴν οἰκείαν καθιεροῦντες ζωὴν, φαιδροὶ διαμένωμεν. Ἐσόμεθα γὰρ οὕτω θιασῶται γνήσιοι, πανηγυρ[ι]άρχην ἕχοντες αὐτόν. Καὶ εἴπερ ἐστὶ τὸ ἐστάλθαι λαμπρῶς τοῖς ἑορτάζουσι πρεπωδέστατον, εἴη ἂν, οἶμαί που, τὸ καταφαιδρύνεσθαι δεῖν τοῖς ἐξ ἀρετῶν αὐχήμασιν, οὐκ ἀνάρμοστον. Μᾶλλον δὲ καὶ λίαν ἐοικὸς τοῖς εἰσβάλλειν ἐθέλουσιν εἰς τὰ Ἅγια τῶν ἁγίων, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστὸς, κατὰ τὴν τοῦ θεσπεσίου Παύλου φωνήν. Ἅγια δὲ τῶν ἁγίων εἶναί φαμεν τοὺς τῆς μυστικῆς τελειώσεως τρόπους. Οἷς οὐκ ἄν τις ἐμβάλοι. Οὐδ' ἂν ἐγγὺς γένοιτο Θεοῦ, κατὰ διάθεσιν δηλονότι καὶ ἁγιασμὸν, μὴ οὐχὶ πρότερον πάντα ῥύπον τὸν ἐξ ἁμαρτίας καὶ σαρκικῶν ἐπιθυμιῶν, εὖ μάλα διανιψάμενος. Ἐπειδὴ δὲ τὰ τοῖς πάλαι τυπικῶς διὰ τοῦ πανσόφου Μωσέως τεθεσπισμένα γέγραπται «πρὸς νουθεσίαν ἡμῶν,» καὶ πραγμάτων εἰσὶν εἰκόνες πνευματικῶν, πολὺ τὸ ὀνησιφόρον ὠδίνουσαι, φέρε τοῖς ἀκροωμένοις παραγάγωμεν εἰς πληροφορίαν καὶ εἰς ἀπόδειξιν ἐναργῆ τῶν ἀρτίως ἡμῖν εἰρημένων, τὸ ἐν τῇ Ἐξόδῳ γεγραμμένον. Ἔχει δὲ οὕτω· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Ποίησον σεαυτῷ λουτῆρα χαλκοῦν, καὶ βάσιν αὐτῷ χαλκῆν, ὥστε νίπτεσθαι. Καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου· καὶ ἐκχεεῖς εἰς αὐτὸν ὕδωρ, καὶ νίψεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐξ αὐτοῦ τὰς