Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.917
Not analysed yet
χεῖρας καὶ τοὺς πόδας ὕδασι, ὄταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ἵνα μὴ ἀποθάνωσι. Καὶ ἔσται αὐτοῖς νόμιμον αἰώνιον αὐτῷ τε καὶ ταῖς γενεαῖς αὐτοῦ μετ' αὐτόν.» βʹ. Ἄθρει δὴ οὖν ὅπως τοὺς εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσβαλεῖν ἐθέλοντας, προαπονίζεσθαι δεῖν ὁ θεῖος προστέταχε νόμος. Καὶ τοῖς τοῦτο δρᾷν οὐκ ἀνεχομένοις, τὴν εἰς αἷμα δίκην ἀπαρτῆσαι ὁρᾶται· οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἀνίπτοις ἡμᾶς ἰέναι ποσὶ πρός γε τὸ δεῖν ἐγγὺς γενέσθαι Θεοῦ, ἢ πάντοτε καὶ πάντως ἑαυτοὺς ἀδικήσομεν, ποινὴν ὑπομένοντες τὴν ἐσχάτην. «Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; κατὰ τὸ γεγραμμένον. Ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ;» Ἄρ' οὖν ἡ κάθαρσις ἥπερ ἂν γένοιτο πρὸς ἡμῶν, σωματικὴ μᾶλλον ἢ πνευματικὴ νοοῖτ' ἂν εἰκότως; Εἶτα πῶς ἐνδοιάσαι θέμις, ὡς ἔστι πνευματικὴ, Θεοῦ λέγοντος ἐναργῶς, διὰ τῆς Ἱερεμίου φωνῆς· «Ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, ἵνα σωθῇς, Ἱερουσαλήμ;» Καὶ πλεῖστοι μὲν λίαν οἱ τῆς φαυλότητος τρόποι, γοητεῖαι, φιλοσαρκίαι, πλεονεξίαι, ψιθυρισμοὶ, ψευδορκίαι καὶ δόλοι. Παροτρύνει δὲ μάλιστα πρὸς ὀργὰς τῶν ἄλλων τὸν ἐπὶ πάντας Θεὸν τὸ ἐφ' ἂ μὴ θέμις εὐπαρακόμιστον καὶ διεστραμμένον ἐννοιῶν ἀναπίμπλασθαι φιλεῖν, ἀποφέρεσθαι δὲ καὶ εἰς ἀδόκιμον νοῦν, καὶ πνεύμασι πλάνοις ἀκολουθεῖν ἑλέσθαι τινὰς, τὴν ἀκριβῆ τε καὶ ἀκαπήλευτον πίστιν οὐ προσιεμένους. Εἰσὶ γὰρ, εἰσὶν οἱ τῆς ἀληθείας τὴν δύναμιν παρευθύνοντες ἐπὶ τὸ αὐτοῖς ἰδίᾳ δοκοῦν, καὶ δοκησισόφων ἐννοιῶν κατασωρεύοντες ὄχλον τῆς τῶν ἀγελαίων πληθύος. Οἷς ἀναγκαῖον εἰπεῖν· «Ἕως πότε ἐπιτίθεσθε ἐπ' ἄνθρωπον, φονεύετε πάντες;» Προσεποίσω δὲ οἷς ἔφην κἀκεῖνο· Τὸ Χριστιανῶν ὄνομα λαχόντες τινὲς, οὔπω μὲν εἰσὶν, ὅπερ εἶναι λέγονται δυνάμει καὶ ἀληθείᾳ, τοὺς δὲ τῆς ἀποστασίας ἀγαπῶσι τρόπους, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις προσνενεύκασιν· οἴονται δὲ τάχα που καὶ αὐτὸν οἷς δὴ καὶ ἐροῦμεν· «Σύνετε δὴ, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροὶ, ποτὲ φρονήσατε. Ὁ φυτεύσας τὸ οὖς οὐχὶ ἀκούει; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐ κατανοεῖ;» Λάθοι γὰρ ἂν οὐδὲν τὸν καὶ ἡμῖν αὐτοῖς ἐμφυτεύσαντα τὸ καὶ ἐπαΐειν δύνασθαι, καὶ μὴν καὶ ὁρᾷν. Ὅτι γὰρ τὸ μὴ μονοτρόπως ἀνακεῖσθαι Θεῷ, σκάζουσαν δὲ καὶ ἀδρανῆ τὴν διάνοιαν ἔχειν, καὶ τοῦτο μετὰ τὴν πίστιν, ὡς οἴεσθαί τε καὶ λέγειν, καὶ ἑτέρους εἶναι θεοὺς μετὰ τὸν ἕνα τὸν φύσει καὶ ἀληθῶς, ὀλέθρου καὶ ἀπωλείας πρόξενον, καὶ τῆς εἰς ἄκρον ὀργῆς τῆς παρά γε, φημὶ, τοῦ τὰ δίκαια κρίνοντος Θεοῦ, σαφὲς ἂν γένοιτο διὰ τῶν ἱερῶν Γραμμάτων. Νόμῳ μὲν γὰρ τῷ διὰ Μωσέως τὴν εἰς Θεὸν εὐσέβειαν ὁ Ἰσραὴλ ἐπαιδεύετο. Ἤκουε γὰρ ἐναργῶς, ὅτι «Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν.» Καὶ, «Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.» Οἱ δὲ, καίτοι δέον τοῦ παντὸς ἀξιῶσαι λόγου τὰ τε-