Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.921
Not analysed yet
χάριν καταπλουτήσειεν ἂν, οἶμαι, τίς. Ἐπιγάννυται γὰρ ἡ θεία τε καὶ φιλάρετος φύσις τοῖς ὧδε διακειμένοις. Εἰ δὲ δὴ μέλλομεν ἀχαλίνοις τοῦ νοῦ ῥοπαῖς ἰόντες ἐφ' ἃ μὴ θέμις, τῆς ὑπερτάτης αὐτοῦ δόξης καταθρασύνεσθαι, καὶ τοῖς οὐκ οὖσι θεοῖς ἀπονέμειν αὐτὴν, «Τῷ ξύλῳ λέγοντες· Πατήρ μου εἶ σύ· καὶ τῷ λίθῳ· Σὺ ἐγέννησάς με,» καὶ τοῖς κόσμου στοιχείοις τὸ σέβας ἀνάπτοντες, καὶ ταῦτα τὸ Χριστιανῶν λαχόντες ὄνομα, ὅτι πάντη τε καὶ πάντως σκληρᾷ καὶ ἀφύκτῳ κολάσει τὰς ἑαυτῶν ὑποθήσομεν κεφαλὰς ἐνδοιάσειεν ἂν οὐδεὶς τῶν γε ἅπαξ τελούντων ἐν ἡμῖν. Οἷς καὶ ἱερὸς προσπεφώνηκε λόγος, ὅτι «Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.» Κολάζουσι δὲ καὶ οἱ καθ' ἡμᾶς τε καὶ καθεστῶτες νόμοι τοὺς ὁπλιτεύειν εἰδότας, εἰ τῆς τοῖς κρατοῦσιν ὀφειλομένης εὐνοίας ὀλιγωρήσαντες, φρονεῖν ἕλοιντο τὰ βαρβάρων· κἂν ἀποβάλοι τὴν ἀσπίδα, συναποβαλεῖ που πάντως αὐτῇ καὶ τὸ ἐν ζῶσι τελεῖν ἔτι. Οὐκοῦν τὸ μερίζεσθαι τὴν γνώμην, καὶ καταδονεῖσθαι φιλεῖν ἐκ τῶν ἀμεινόνων καὶ ἀληθῶν εἰς τὰ αἰσχίω καὶ βδελυρώτατα, καὶ πολέμου πρόξενον ἀπέφηνεν ἡμῖν ἀρτίως ὁ λόγος· προσαποφωνεῖ δὲ, ὅτι καὶ τῶν ἑτέρων ἡμῖν ἀγαθῶν ἐγκοπὰς ἐργάζεται. Ὑετοὺς μὲν γὰρ οὐ καθίησι Θεὸς, ὡς μήτε ἀροῦν δύνασθαί τινας, μήτε μὴν τοῖς τῆς γηπονίας ἱδρῶσιν ἐνομιλεῖν· λιμῷ δὲ καὶ δίψει καταμαραίνεσθαι πόλεις τε ὁμοῦ καὶ χώρας. Ἄθρει δέ μοι τοῦτο πάλιν πεπονθότα τὸν Ἰσραήλ. Βεβασίλευκε γὰρ κατὰ καιροὺς ὁ Ἀχὰβ τῶν οὐσῶν ἐν Σαμαρείᾳ δέκα φυλῶν· ἀλογήσας δὲ ὁλοτρόπως τῆς εἰς Θεὸν αἰδοῦς καὶ ἀγάπης, τέθυκεν εἰδώλοις. Ἐπειδὴ δὲ ἦν εὐπάροιστος ἡ ὑπ' αὐτῷ τε καὶ ἀγελαία πληθὺς, τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς ὄντα Θεὸν ἀτιμάσαντες, τὴν ἴσην εὐθὺς ἠῤῥωστήκασι τῷ κρατοῦντι μανίαν, καίτοι νόμον ἔχοντες τὸν ἐφεστηκότα, καὶ διὰ τῆς Μωσέως ἐντολῆς εὖ μάλα παιδαγωγούμενοι, πρὸς τὸ ὅτι μάλιστα τελοῦν εἰς ὄνησιν αὐτοῖς· ἐπειδὴ δὲ, καθά φησιν ὁ θεσπέσιος Δαβὶδ, «Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν·» παρελθὼν εἰς μέσον ὁ προφήτης Ἡλίας, συνηγανάκτει μὲν ὡς ἠτιμασμένῳ τῷ πάντων κρατοῦντι Θεῷ· ἠπείλησε δὲ λιμὸν καὶ ἀκαρπίαν, καὶ τῆς ἄνωθεν εὐλογίας τὴν σπάνιν. Ἔφη γάρ· «Ζῇ Κύριος τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραὴλ, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, καὶ εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετὸς, ὅτι εἰ μὴ διὰ στόματος λόγου μου·» οὗ δὴ λέγοντος (οὐ γὰρ ὗσεν ἐπὶ τὴν γῆν ὁ τὰ ζωαρκῆ δωρούμενος), οὐκ ἦν ἀρόσαι τοὺς ἐν ἀγροῖς, οὐ συλλέξαι τι τῶν ἐν γηπονίαις, οὐ πόας ἰδεῖν ἐν ὥρᾳ κομῶσαν τὴν γῆν· ἀλλὰ διψῶντα μὲν ὅρη· πεδία [δὲ] τὰ πρὸς εὐανθῆ τε καὶ γονιμώτατα, μονονουχὶ θρηνοῦντα τὴν ἀκαρπίαν. Καὶ τί τὸ ἐντεῦθεν; ἀφορήτοις ἐμβολαῖς λιμοῦ, κατατρέχοντες ἀνάγκης, εἰς τοῦτο πεπτώκασι τῶν ἐν Σαμαρείᾳ τινὲς, ὥστε καὶ γυναῖκας τῶν ἰδίων ἅψασθαι τέκνων, καὶ τῶν τῆς φύσεως ἀλογῆσαι νόμων παντελῶς, καὶ τοὺς τῆς φιλοστορ-