Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.924
Not analysed yet
γίας πατῆσαι θεσμούς. Καὶ γοῦν ὁ προφήτης Ἱερεμίας ταῖς τοῦτο παθούσαις ἐπιστυγνάσας, «Χεῖρες, φησὶ, γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ παιδία ἑαυτῶν.» Πῶς οὖν ἄρα κατέληξε τὸ συμβάν; ἀπεκρούσαντο δὲ τίνα τρόπον τὴν οὕτω δεινὴν καὶ δυσδιάφυκτον δίκην; Ἐκ μέσου γεγόνασιν οἱ πλανῶντες τὸν Ἰσραὴλ, τὴν ἐφ' αἵματι ψῆφον κατενεγκόντος αὐτῶν τοῦ προφήτου Ἡλίου. Ἐπειδὴ δὲ πάλιν ἀνέλαμψεν ἡ ἀλήθεια, καὶ τὸν φύσει Θεὸν ἐγνώκασιν οἱ ταῖς τῶν δαιμονίων λατρείαις ἐνολισθήσαντες, ἐδίδου πάλιν αὐτοῖς τὰ ἐξ ἡμερότητος ἀγαθὰ, καὶ τῶν ἐδωδίων τὴν ἀφθονίαν ὁ φιλοικτίρμων Θεός. γʹ. Δεῖ δὴ οὖν ἄρα, καθάπερ προεῖπον ἤδη, ἀποσπουδάζειν μὲν τὰ αἰσχίω, τῶν δὲ ἀμεινόνων ἀντέχεσθαι· καὶ καταφαιδρύνεσθαι μὲν τοῖς τῆς εὐκοσμίας αὐχήμασιν· ἐξηρτῆσθαι δὲ ὅτι μάλιστα φιλεῖν τῆς ἐξαιρέτου καὶ ἐννομωτάτης ζωῆς· τηρεῖν τε πρὸς τούτῳ καὶ τὸ ἐν πίστει γνήσιον, καὶ βεβηκὸς εἰς ἀγάπην τοῦ πάντων ἐπέκεινα Θεοῦ. «Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, καθὰ γέγραφεν ὁ σοφώτατος Παῦλος, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, ἵνα καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται.» Ὁ γὰρ ἐπέκεινα νοῦ παντὸς, ὁ δι' οὗ τὰ πάντα παρήχθη πρὸς γένεσιν, ὁ ἐξ αὐτῆς ἀναφὺς τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς Λόγος, «οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, καθὰ γέγραπται, ἀλλ' ὑπέστη μὲν τὴν ἑκούσιον κένωσιν, ἔλαβε δὲ δούλου μορφήν.» Καὶ διὰ ποίαν αἰτίαν, πιστώσεται λέγων ὁ μακάριος Παῦλος· «Ἐπειδὴ γὰρ τὰ παιδία κενοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν· ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν, ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δή που ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεὸν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ.» Ἔκτισε μὲν γὰρ ὁ τῶν ὅλων γενεσιουργὸς ἐπὶ ἀφθαρσίᾳ τὰ πάντα, καθὰ γέγραπται, σωτήριον δὲ καὶ αἱ γενέσεις τοῦ κόσμου. Καὶ οὐκ ἦν ᾅδου βασίλειον ἐπὶ τῆς γῆς· «Φθόνῳ δὲ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν.» Ἦν δὲ ἀναγκαῖον μὴ τὴν ἀρχαίαν ἐφ' ἡμῖν τοῦ Θεοῦ βούλησιν ἡττᾶσθαι τῷ φθόνῳ τοῦ σκολιοῦ καὶ ἀρχεκάκου δράκοντος· ἁδροτέραν δὲ μᾶλλον τῆς ἐκείνου σκαιότητος ἀναφαίνεσθαι. Διὰ τοῦτο ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ αὐτὸς τὰ πάντα ζωογονῶν, καθῆκεν ἑαυτὸν, ὡς ἔφην, ἐν τοῖς καθ' ἡμᾶς, καὶ τὴν ἡμῶν ἠμπέσχετο σάρκα, ἵνα σὰρξ γένηται ζωῆς, καὶ ἀτονήσῃ λοιπὸν τῆς τοῦ διαβόλου δυστροπίας τὸ κέντρον, μητέρα θανάτου τοῖς ἐπὶ τῆς γῆς ἀνευρόντος τὴν ἁμαρτίαν. Δύο τοιγαροῦν ἐν αὐτῷ κατώρθωκεν ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος γενόμενος ἄνθρωπος. Ἀπεσόβησε μὲν γὰρ τῶν ἀνθρωπίνων σωμάτων, ὃν οὐ πεποίηκεν αὐτὸς, ἐπισυμβάντα δὲ μᾶλλον ἐκ τῆς ἁμαρτίας θάνατον. Γέγονε δὲ καὶ εἰς