Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.932
Not analysed yet
τά γε, φημὶ, τὸν ἐνεστηκότα, εἴπερ ἐστὶν ἀναγκαῖον, ὡς ἔνι διεσμιγμένους, καὶ τοῖς ἐξ ἀρετῶν αὐχήμασιν ἐκλελαμπρυσμένους, διελάσαι μὲν εἴσω τῶν ἱερῶν καταπετασμάτων, ὀφθῆναί τε οὕτω τῷ πανάγνῳ Θεῷ. Τὸ δὲ ἁμαρτεῖν καιροῦ καὶ τῶν παρ' αὐτοῦ, φαίην ἂν ἔγωγε, τοῖς αὐτὸ παθοῦσιν οὐκ ἀζήμιον. Τίς γὰρ ἐπαινέσει γηπόνον, εἰ μετὸν ἀροῦν, καίτοι καιροῦ νέμοντος αὐτῷ τοῦτο δρᾷν, ἀφιλεργήσας ὁρῷτο, καὶ τὸν ἀδρανῆ καὶ ἄμισθον ἀγαπήσας ὄκνον; Ἢ ποῖος οὐκ ἔσται πλωτῆρσιν ὁ μῶμος, εἰ τῶν ἐξ οὐρίας πνευμάτων ὀλιγωρήσαντες, εἶτα παρηβήσαντος τοῦ καιροῦ, ἐξώρου τε ἤδη τοῦ δύνασθαι πλεῖν γεγονότος, ζητεῖν ἕλοιντο παρὰ τὸ εἰκὸς ἐκεῖνά που πάντως, ὧν ἐξ ἀμαθίας ἐστέρηνται; Οὐκοῦν, καθὰ καὶ ὁ πάνσοφος γράφει Παῦλος, «Ἕως καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας.» Ἐπισφαλὲς γὰρ τὸ ῥᾴθυμον, καὶ οὐκ ἂν ἁμάρτοι τἀληθοῦς, εἴπερ τις ἕλοιτο, ὡς ἔστι τὸ χρῆμα πάντη τε καὶ πάντως ὀλέθρου πρόξενον. Γέγραπται γὰρ, ὅτι «Οὐαὶ οἱ ποιοῦντες τὸ ἔργον Κυρίου ἀμελῶς.» Εἰ δὲ καὶ αὐτὸ τὸ δρᾷν οὐκ ἀζήμιον, εἰ μὴ τελοῖτο μετὰ σπουδῆς, ποία τις ἕψεται δίκη τοῖς εἰς ἅπαν ἀπονενευκόσιν ἐπὶ τὸ μὴ βούλεσθαι δρᾷν αὐτό; Φέρε τοίνυν, ὡς γοῦν ἔφη τις τῶν τοῦ Σωτῆρος μαθητῶν, «Ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ,» μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον, καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε. Γέγραπται γὰρ, ὅτι «Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος.» Ὥσπερ γὰρ τοῖς τῶν ἐπιγείων κρατοῦσι πραγμάτων, γνωριμώτατοι μὲν καὶ ἐν τοῖς ἄγαν ἐπιτηδείοις, οἵπερ ἂν εἶεν εὐτολμότατοί τε καὶ ἐμπειροπόλεμοι, καὶ τῶν ὅτι μάλιστα τοῖς τακτικοῖς ἐνευδοκιμεῖν εἰωθότες· οὕτω καὶ τῷ πανάγνῳ Θεῷ φίλοι τε κεκλήσονται, καὶ ἐγγὺς ἂν εἶεν κατὰ διάθεσιν, οὐχ οἱ ταῖς τῆς σαρκὸς ἀκαθαρσίαις ἐνειλημμένοι, καὶ τοῖς τοῦ παρόντος βίου περισπασμοῖς προσκείμενοι μᾶλλον, ἀλλ' οἱ τῇ τῶν ἀρετῶν φαιδρότητι διαπρέποντες. Εἶτα τί ἂν γένοιτο παρά γε τοῖς εὖ φρονεῖν εἰωθόσι τοῦ τῇδε ἔχειν τὸ ἄμεινον; Κἂν πλοῦτον εἴπῃ τις τὸν ἐπὶ γῆς, ἀλλ' ἔστιν οὐκ ἀσφαλὴς, βέβηκε δὲ κατ' οὐδένα τρόπον, καὶ οἷον ὀλισθηρὰν ᾄττει τρίβον. Κατασείεται γὰρ ἔσθ' ὅτε, καὶ τὸν χθὲς καὶ τρίτην ἀξιοζήλωτον, ταῖς ἁπασῶν ἐσχάταις ἁλόντα ταλαιπωρίαις καταθρήσαι τις ἄν. Πλὴν ἔστω καὶ βέβαιος, εἰ δοκεῖ. Εἶτα τί τὸ ἐντεῦθεν τοῖς ἔχουσι τό γε ἧκον εἰς σωτηρίαν ψυχῆς κέρδος; Οὐ μέθαι καὶ πότοι τὰ ἐξ αὐτοῦ, καὶ τραπέζης περιειργασμένης ἄσωτοι φιλοτιμίαι, καὶ αὐτῇ πολλάκις ἐπιβουλεύουσαι τῇ τῶν ἡδυφαγούντων γαστρί; Ἀλλ' ἴσως ἐρεῖ τις· Ἐπιτιμήσεις οὖν ἄρα ταῖς εὐειματίαις, καὶ ταῖς τῷ πλουτεῖς ἀκολουθούσαις τιμαῖς; κἂν εἰ κέοιτό τισιν ἐν θησαυροῖς πλεῖστά τε ὅσα καὶ