Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.929
Not analysed yet
Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ.» Πάλαι μὲν γὰρ διὰ τοῦ πανσόφου Μωσέως τῆς ἐν Αἰγύπτῳ θητείας ὁ Ἰσραὴλ ἀπηλλάττετο. Τὰ δὲ λοιπὰ τῶν ἐθνῶν, τὰ ἐξ ἠοῦς εἰς δύσιν καὶ τὰ ἕτερα τῶν κλιμάτων, ἀνοσίῳ τυράννῳ κατεζευγμένα, φημὶ δὴ τῷ Σατανᾷ, καὶ ἀναπόβλητον ἔχοντα τῆς ἁμαρτίας τὸν ζυγὸν, ἀθλιότητος ἦν ἐπίμεστα τῆς ἐσχάτης. Ἐπειδὴ δὲ βεβασίλευκε Χριστὸς τῆς ὑπ' οὐρανὸν, τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐπιφωνῶν τε καὶ λέγων· «Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς·» τῆς τοῦ πονηροῦ καὶ ἀποστάτου δαίμονος βδελυρίας ἀπηλλαγμένοι, καὶ τὰ πικρὰ τῶν δαιμόνων διαφυγόντες στίφη, μονονουχὶ δὲ προτροπάδην ἀλλήλοις ἐπιβοῶντες, καὶ λέγοντες· «Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν·» θυμηδίας τε τῆς εἰς λῆξιν ἀναπιμπλάμενοι, τῆς σωτηρίας τὸν χορηγὸν, καὶ τὸν ἁπάσης αὐτοῖς εὐημερίας πρύτανιν, ταῖς αὐτῷ πρεπούσαις εὐφημίαις καταγεραίρουσιν, ἐκεῖνό τέ φασι, τὸ διὰ φωνῆς τοῦ θεσπεσίου Δαβίδ· «ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος, ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ.» Δεξιὰν δὲ καὶ βραχίονα τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζουσι τὸν Υἱόν. Δι' αὐτοῦ γὰρ τὰ πάντα παρήχθη πρὸς γένεσιν, καὶ αὐτός ἐστιν ἡ πάντων ἰσχὺς, ἅτε δὴ καὶ ὑπάρχων τῶν δυνάμεων Κύριος, οὗτος ὁ μέγας καὶ ἀξιάγαστος, καὶ παντὸς ἐπέκεινα καὶ νοῦ καὶ λόγου βραχίων τοῦ Θεοῦ καὶ Πατρὸς, ἔσωσεν αὐτῷ τὸ ἐπὶ γῆς δηλονότι γένος· δι' αὐτοῦ γὰρ τὴν καταλλαγὴν ἐσχήκαμεν, καὶ αὐτὸς ἡμᾶς προσεκόμισε τῷ Θεῷ καὶ Πατρί. Καὶ γοῦν ἔφασκεν ἐναργῶς, «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ.» Οὐκοῦν ὡς προσημμένοι δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ, θείας τε φύσεως γεγονότες μέτοχοι, καὶ γένος Θεοῦ χρηματίζοντες, καὶ τὸ λαμπρὸν τῆς υἱοθεσίας λαχόντες ἀξίωμα, μνημονεύσωμεν ἑνὸς τῶν ἁγίων ἀποστόλων, ὡδὶ γεγραφότος· «Εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα, κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε· εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ ἠλευθερώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.» Δεῖ δὴ οὖν ἄρα τοῖς τοῦ πράγματος θελήμασι τὸν τῆς διανοίας ὑπενεγκεῖν αὐχένα, καὶ τοῖς σωτηρίοις αὐτοῦ θεσπίσμασι κατακολουθεῖν ἐπείγεσθαι, καὶ μάλιστα νεανικῶς, «διακθαίροντας ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντάς τε τὴν ἁγιωσύνην ἐν φόβῳ Θεοῦ,» καθὰ γέγραπται. βʹ. Ἅπας μὲν οὖν καιρὸς τοῖς ἐπιεικέσιν ἐπιτήδειος, εἴ[ς] γε τὸ δεῖν τὴν εὐαγῆ καὶ ἀμώμητον τῆς δικαιοσύνης ἰέναι τρίβον, καὶ εὐθὺ τῶν ἀρίστων φέρεσθαι σπουδασμάτων, ὅλοις ὥσπερ ἱστίοις εἰς τοῦτο διᾴττοντας· πρέποι δ' ἂν μάλιστα ταῖς εἰς τοῦτο ῥοπαῖς εὖ μάλα κατακαλλύνεσθαι, κα-