Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.945
Not analysed yet
ἑπτὰ τὰς πάσας ἡμέρας ἐπ' αὐταῖς ηὐλίζοντο. Ἐν τούτοις μὲν οὖν ἑκάστης ἑορτῆς οἱ λόγοι. Ἐπειδὴ παρῴχηκεν ἡ τοῦ νόμου σκιὰ, καὶ τὰ τυπικῶς τοῖς πάλαι κεχρησμῳδημένα μετακεχώρηκεν εἰς ἀλήθειαν (πάντα γὰρ ἐν Χριστῷ καινά)· φέρε τι πνευματικὸν τοῖς τῆς διανοίας ὄμμασι καταθρήσωμεν, καὶ ἐν τάξει τῇ παναρίστῃ κειμένας τὰς ἑορτὰς ἀποφήνωμεν, ὧν ἀρτίως διεμνημονεύσαμεν. Ἕψεται δὲ πανταχοῦ τοῖς ἐν τύποις γεγονόσιν ὁ λόγος, ἐξ αὐτῶν ὡς ἔνι διαμορφῶν τὴν ἀλήθειαν. βʹ. Ἦν οὖν εἰς τύπον ὁ Φαραὼ τῆς τοῦ διαβόλου σκαιότητος. Ὁ μὲν γὰρ πηλῷ καὶ πλινθείᾳ καὶ τοῖς περὶ ταῦτα πόνοις τοὺς ἐξ αἵματος Ἰσραὴλ κατῃκίζετο, καὶ ἀφύκτῳ δουλείας ἐγκαταδύσας ζυγῷ, θύειν οὐκ ἠφίει τῷ ἐπὶ πάντας Θεῷ. Ὁ δέ γε τῆς ἁμαρτίας εὑρετὴς, τουτέστιν ὁ Σατανᾶς, ὁ δεινὸς καὶ ὑπέροφρυς καὶ τῆς ἀνωτάτω δόξης κλοπεὺς, ὁ ὡς ἐκ φρενὸς ἀγρίας θρασεῖς ἀναβράττων λόγους (τετόλμηκε γὰρ εἰπεῖν «Ἕσομαι ὅμοιος τῷ Ὑψίστῳ»), τῆς ἑαυτοῦ δυστροπίας τὸν ζυγὸν τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ἐπιθεὶς, αὐτῷ προσκυνεῖν ἐκέλευε, καὶ ὥσπερ τινὶ πηλῷ καὶ πλινθείᾳ, ταῖς περὶ τήνδε τὴν σάρκα σπουδαῖς, ἀμίσθοις τε καὶ ἀνονήτοις περισπασμοῖς ἐγκεῖσθαι προσέταττεν· ᾔδει γὰρ ὅτι πάντη τε καὶ πάντως εἰς ὄλεθρον καὶ ἀπώλειαν ἡ τῶν ἐπὶ γῆς πραγμάτων ἐκτελευτήσει φροντίς. Ἀλλ' ἐπέλαμψε τῷ κόσμῳ Χριστὸς, δι' οὗ καὶ ἐν ᾧ πᾶσα λύτρωσις, ὁ ἀμνὸς ὁ ἀληθινὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· ἐξῃρήμεθα γοῦν διὰ τῆς αὐτοῦ θυσίας τῆς τοῦ πάλαι κρατοῦντος πλεονεξίας, καὶ τῷ τῶν ὅλων παμβασιλεῖ καὶ Θεῷ τελοῦμεν τὴν ἑορτὴν, τῆς ἀρχαίας ἀπάτης τὸν ῥύπον, ὥσπερ τινὰ λήμην τῶν τῆς διανοίας ὀμμάτων ἀπονιψάμενοι. Ἐπειδὴ δὲ, ὡς ἔφην, ἐν Χριστῷ πάντες ἐκλελυτρώμεθα, «ἐσπείραμεν ἑαυτοὺς εἰς δικαιοσύνην, ἐτρυγήσαμεν εἰς καρπὸν ζωῆς,» κατὰ τὴν τοῦ προφήτου φωνήν· ἐχόμεθα λοιπὸν ἐγκάρπου σπουδῆς. Ἔμμισθον ἱδρῶτα τετιμήκαμεν, κατορθοῦν σπουδάζοντες τὰ δι' ὧν ἄν τις εὐδοκιμήσειε παρά τε Θεῷ καὶ ἀνθρώποις. γ. Ταύτην εἶναί φαμεν τὴν ἐπὶ ταῖς Ἑβδομάσι καὶ θερισμῷ πυρῶν ἑορτὴν, ἀφιγμένοι τε λοιπὸν εἰς τοῦτο φαιδρότητος, καὶ ἁπάσης ἀρετῆς ἐν καλῷ γεγονότες, καὶ πολυειδοῦς εὐκαρπίας ταῖς ἑαυτῶν ψυχαῖς κατασωρεύοντες πλοῦτον, καὶ οἷον ἐν θησαυροῖς ἀποκλείσαντες (γέγραπται γὰρ, ὅτι «Τοὺς καρποὺς τῶν πόνων σου φάγεσαι»), τότε δὴ, τότε καὶ ἐν ταῖς ἄνω σκηναῖς καταλύσομεν, καὶ ληψόμεθα παρὰ Θεοῦ τὰς ἐν παραδείσῳ τρυφὰς, καὶ εἰς τὴν ἀρχαίαν ἐκείνην καὶ πολύευκτον ἀληθῶς εὐημερίαν ἀναβησόμεθα, τὸν ἱδρῶτος δίχα καὶ πόνου παντὸς ἀμέτοχον παντελῶς διαβιοῦντες βίον. Καὶ τούτου τύπος ἡ τρίτη τε καὶ ἐπὶ σκηναῖς ἑορτὴ, ὅτε καὶ κάλυντρα φοινίκων ἐδέχοντο, καὶ τοὺς ἑτέρους τῶν κλάδων, γράφοντος, οἶμαι, τοῦ τύπου τὰς ἐν παραδείσῳ τρυφάς. Οὐκοῦν, ἀναβιβάσω γὰρ εἰς τὸ ἐν ἀρ-