Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.948
Not analysed yet
χαῖς τὸν λόγον· δεῖ γὰρ, ἔφη, Θεὸς τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ πᾶν ἄρσεν ὀφθῆναι ἐνώπιον αὐτοῦ. Εἶτα πῶς οὐκ ἄξιον τὴν αἰτίαν κατιδεῖν τοῦ θείου τε καὶ ἱεροῦ θεσπίσματος; Καίτοι τῶν ὅλων ἐστὶ δημιουργὸς ὁ ἐπὶ πάντας Θεὸς, καὶ τοῖς αὐτοῦ νεύμασι παρήχθη πρὸς ὕπαρξιν τὸ θῆλύ τε καὶ ἄρσεν γένος. Πῶς οὖν ἀπεσόβησε τὸ θῆλυ τοῦ ὀφθῆναι δεῖν ἐνώπιον αὐτοῦ, τό γε μὴν ἄρσεν τῆς οὕτω λαμπρᾶς καὶ περιφανοῦς εὐκλείας ἀξιοῖ; Φαμὲν οὖν, ὅτι τῆς κατὰ νόμον ἐντολῆς ἡ δύναμις διὰ σκιᾶς καὶ τύπων εἰς τὴν τῆς ἀληθείας ἡμᾶς ἀνακομίζει δύναμιν. Δέχεται τοίνυν τὰ ἐμφανῆ καὶ ὁρώμενα τῶν νοητῶν εἰκόνας, οὕτω τε ἡμᾶς ἰσχναῖς καὶ ἀπεξεμμέναις ἐφίστησι θεωρίαις. Τὸ μὲν γὰρ θῆλυ γένος, ἀσθενὲς ἀεί πώς ἐστι καὶ διανοίᾳ καὶ σώματι· τό γε μὴν ἄρσεν, καθ' ἑκάτερον τῶν εἰρημένων εὐδοκιμεῖ, καὶ ἐν μοίρᾳ νοεῖται κρείττονι. Οὐκοῦν ὡς ἄρσεν τὸ ἐν ἀνδρίᾳ τῆ νοητῇ καὶ ἐν φρενὶ τῇ ἐζοφωμένῃ τιμᾶται γένος, καὶ δὴ καὶ πάρεισιν ἐν ὄψει Θεοῦ, καὶ ἐπισκοπῆς ἀξιοῦνται τῆς παρ' αὐτοῦ. Γέγραπται γὰρ, ὅτι «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.» Πλὴν ὅσαπερ ἂν εἶεν ἐν λόγῳ παρὰ Θεοῦ, ταῦτα τοῦ μηδενὸς ἄξια παρά τε τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, καὶ οὐκ ἔξω τοῦ χρῆναι τῆς παρ' αὐτῶν ὠμότητος εἰς πεῖραν ἐλθεῖν. Ἐπιφυέται γὰρ ἁγίῳ παντὶ, καὶ τοῖς εὐανδρίαν ἔχουσι τὴν πνευματικὴν ἀγρίως ἐπιπηδᾷ· ἀστοχεῖ δὲ βάλλων ὁ δείλαιος· πάντα γὰρ ἔξω φέρεται σκοποῦ τῆς ἐνούσης αὐτῷ δυστροπίας τὰ εὑρέματα. Ὅτι δὲ τὸ ἄρσεν πνευματικῶς, οὐ μετρίως αὐτῷ προσκέκρουκε, καὶ λυπεῖ λίαν εὐδοκιμοῦν, ἐκ τῆς τοῦ πανσόφου Μωσέως εἰσόμεθα συγγραφῆς. Ἐπεβούλευε μὲν γὰρ ὁ ἀπόπληκτος Φαραὼ τοῖς ἐξ αἵματος Ἰσραήλ. Ἐπειδὴ δὲ καὶ ἡ πληθὺς αὐτοῖς τοῦ γένους πέρα λοιπὸν ἀριθμοῦ παντὸς ἐξετείνετο, κατεδήχθη μὲν ἐπ' αὐτῷ δὴ τού τῳ, καὶ μάλα πικρῶς. Προσκαλεσάμενος δὲ, φησὶ, τὰς μαίας τῶν Ἑβραίων, ἐνετείλατο λέγων· «Πᾶν ἄρσεν ὃ ἐὰν τεχθῇ τοῖς Ἑβραίοις, εἰς τὸν ποταμὸν ῥίψατε, καὶ πᾶν θῆλυ, ζωογονεῖτε αὐτό.» Περιτιθέντες δὲ πάλιν τὸ τοῦ Φαραὼ πρόσωπον τῇ θεομάχῳ τε καὶ ἀντικειμένῃ δυνάμει, τουτέστι, τῷ Σατανᾷ, φαμὲν, ὅτι τὸ εὐσθενὲς αὐτῷ καὶ πρός γε τούτῳ τὸ ἕμφρον μεμίσηται γένος, καὶ ἔστι πολεμιώτατον. Οὐ γὰρ ἂν ἀνάσχοιτο τῶν αὐτοῦ ζυγὸν, οὐδὲ μὴν ὑφήσει τὸν αὐχένα τοῖς ἀνοσίοις αὐτοῦ βουλεύμασιν. Ἀντανίσταται δὲ καὶ ἀντεξάγει νεανικῶς, παντευχίαν ἔχον τὴν νοητὴν, καὶ σπουδάσμασι τοῖς εἰς ἀρετὴν, τὴν οἰκείαν ἀεὶ καταφαιδρύνον ζωήν. Τὸ δέ γε θῆλυ, μαλθακὸν, ὡς ἔφην, ἐστὶν, ἄσοφόν τε καὶ ἀδρανές. καὶ ἀπειροπόλεμον, καὶ παρειμένας ἔχον τὰς χεῖρας, καὶ τοξεύειν οὐκ εἰδὸς, καὶ τοῖς ὅπλοις τῆς δικαιοσύνης ἐναρμόσασθαι μὴ δυνάμενον. Τοῦτο φιλεῖ καὶ προσίεται, καὶ αὐτῷ προσνένευκεν ὄλως· τιμᾷ γὰρ, ὡς ἔφην, τὸ ἄνανδρον καὶ ἀφιλόμαχον γένος. Οὐκοῦν,