Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.956
Not analysed yet
ἀφῶμεν αὐτὸν οὕτως, ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν καὶ τὸ ἔθνος, καὶ τὴν χώραν.» Ὅτι καὶ ὁ προὔχων ἐν ἱερωσύνῃ τῇ παρ' αὐτοῖς, ὡς ἐκ βαθείας φρενὸς γνώμην ἀνασπῶν τὴν ὀλέθριον αὐτοῖς, «Ὑμεῖς, φησὶν, οὐκ οἴδατε οὐδὲν, οὐδὲ λογίζεσθε, ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται·» ἐντεῦθεν αὐτοῖς εἰς ἀνόσιον πέρας ἐκδεδράμηκε τὰ βουλεύματα. Συλλαβόμενοι γὰρ προσεκόμισαν τῷ Πιλάτῳ τὸν Ἰησοῦν, ψευδηγορίας τινὰς συνθέντες οἱ δείλαιοι, καὶ σταυροῦσθαι παρεκάλουν. Ὃ δὴ καὶ γέγονε, στρατηγοῦντος αὐτοῖς πρὸς τοῦτο τοῦ Σατανᾶ, καὶ εἰς τὸ τῆς ἀπωλείας αὐτοὺς καθιέντος βάραθρον. Ἐκαρτέρει δὲ Χριστὸς, καὶ ὑπέμεινεν ἑκὼν καὶ τὸ μέχρι θανάτου σαρκὸς καθικέσθαι δι' ἡμᾶς οἰκονομικῶς· ᾔδει γὰρ, ᾔδει τὸ ἐκ τοῦ παθεῖν ἐσόμενον ἀγαθόν. Οὐ γὰρ ἀπομεμένηκεν ἐν νεκροῖς, ἀνεβίω δὲ μᾶλλον, τοῖς τοῦ θανάτου δεσμοῖς τὸ ἐῤῥῶσθαι φράσας, καὶ κενώσας τὸν ᾅδην. «Ἔφη γὰρ τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε.» Γέγονε δὲ τῇ αὑτοῦ φύσει πρὸς ἀφθαρσίαν ὁδός. Ἀνεκαινίσθη γὰρ ἐν αὐτῷ, καὶ ἀνεθάλομεν εἰς ζωήν. Καὶ μαρτυρήσει λέγων ὁ μακάριος Παῦλος· «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Καταργήσας τοίνυν τοῦ θανάτου τὸ κράτος, ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν. Ἥξει τε κατὰ καιροὺς ἀποδώσων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. εʹ. Οὐκοῦν ἐπειδήπερ. καθά φησιν ὁ πάνσοφος Παῦλος, «τοὺς πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος αὐτοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε πονηρόν·» περιζωσώμεθα τὴν τῆς ἑαυτῶν διανοίας ὀσφὺν, ἀνδρισώμεθα πρὸς ἀγαθουργίας, κατανεκρώσωμεν τὰς τῆς σαρκὸς ἡδονὰς, καὶ ἁπάσης φαυλότητος ἀποτρεψώμεθα μολυσμούς. Ἐλεήσωμεν ὀρφανοὺς, ἀνακτησώμεθα χήρας, ἐπικουρήσωμεν τοῖς ἐν ἐνδείᾳ, συναλγήσωμεν τοῖς ἐν ἐσχάτῃ ταλαιπωρίᾳ, δεσμίους ἐπισκεψώμεθα, καὶ ἁπαξαπλῶς πᾶν εἶδος ἐπιτηδεύσωμεν ἀρετῆς. Οὕτω γὰρ καθαρῶς νηστεύσομεν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ νεομηνίας τοῦ Φαμενὼθ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ ἕκτης τοῦ Φαρμουθὶ μηνός· καταπαύοντες μὲν τὰς νηστείας τῇ ἑνδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ Σαββάτου, κατὰ τὰ εὐαγγελικὰ κηρύγματα, ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ δωδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας καὶ πολυεύκτου Πεντηκοστῆς, ἵνα καὶ τὸν καιρὸν