Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.957
Not analysed yet
τῆς ἀνέσεως καθάπερ εἰκόνα τινὰ τῆς τῶν ἁγίων ἐν οὐρανοῖς ποιούμενοι, τῆς αὐτῶν ἀξιωθῶμεν κοινωνίας ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι' οὗ καὶ μεθ' οὗ δόξα τῷ Πατρὶ, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ ΚΘʹ. Προθεωρία. Συντέθειται καὶ νῦν ἡμῖν ὁ λόγος, οὐκ εἰς θήραν ὁρῶσιν ἐπαίνου καὶ κρότων, ἀλλ' εἴς γε τὸ δεῖν ἐνεργάσασθαί τι τῶν ὀνησιφόρων ταῖς τῶν ἀκροωμένων ψυχαῖς. Ἁμαρτάνοντι δὲ καὶ καλλιεπείας τῆς ἄγαν, μὴ ἀκριβεῖς ἐξετασταὶ γενήσεσθε μᾶλλον, ἀλλὰ συγγνώμονες. Οὐ γὰρ ταῖς τῶν ῥητόρων εὐκομπίαις, ἀλλ' οἷς ἐκκλησιαστικοῖς ὑμᾶς λαχάνοις ἑστιᾶται. αʹ. Ἰδοὺ δὴ πάλιν ὁ τῆς ἁγίας ἑορτῆς ἡμῶν ἀνίσχει καιρὸς, θυμηδίας ἁπάσης ἀναπιμπλὰς τὰς τῶν φιλαρέτων ψυχὰς, καὶ ὄκνον μὲν τὸν ἐπ' ἀγαθοῖς σπουδάσμασιν ἐκ μέσου τιθεὶς, διαναστὰς δὲ πρὸς φιλεργίαν τὴν ἐφ' ἅπασι τοῖς τεθαυμασμένοις, ἃ καὶ τοῖς ἱεροῖς συμβαίνει νόμοις, καὶ ταῖς ἄνωθεν καὶ παρὰ Θεοῦ ψήφοις ὁμολογοῦσαν ἔχει τὴν ἔκβασιν, καὶ πρὸς εὐκλείας ἔσται πολλῆς τοῖς κατορθοῦν ᾑρημένοις. Οὐκοῦν καθά φησιν ὁ θεσπέσιος Μελῳδὸς, «καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ.» τὴν ἁγίαν δηλονότι καὶ πάναγνον ἑορτὴν, ἢν ἐπί γε τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ πληροῦν εἰθίσμεθα. Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος, «Τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστὸς,» —»ὁ ἀμνὸς ὁ ἀληθινὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Φίλον μὲν οὖν ἀεί πως τοῖς ἑορτάζουσί τε εὐειματεῖν καὶ καταφαιδρύνεσθαι τὴν ἀμφίεσιν. Ἐοικέναι γάρ πως ταυτὶ τῷ καιρῷ φαῖεν ἂν ἴσως τινές. Οἶμαι δὲ δεῖν οὐχὶ δήπου μόνον ἐπιτηδεύεσθαι παρ' ἡμῶν τὸ τοῖς θύραθεν ὡραϊσμοῖς κατακαλ[λ]ύνεσθαι φιλεῖν, ἐν παντὶ δὲ μᾶλλον ποιεῖσθαι λόγῳ τῶν ἐν τῇ ψυχῇ μολυσμῶν τὴν ἀπεμπολήν. Ταυτὶ γὰρ ἡμᾶς καθαροὺς καὶ διεσμηγμένους παρίστησι Χριστῷ, τῇ παρ' αὐτοῦ χάριτι διαπρέποντας, κόσμημά τε καὶ οἷον ἄμφιον ἁγιοπρεπὲς καταπλουτοῦντας αὐτόν. Γέγραφε γὰρ οὑτωσὶν ὁ πάνσοφος Παῦλος, «Ἐνδύσασθε, λέγων, τὸν Κύριον Ἰησοῦν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν.» Τοῦτον ἡμᾶς τὸν τρόπον ἐσκευασμένους, ἐγγὺς εἶναι θέλειν τοῦ παναγάθου Θεοῦ, τὸ ἀπεικὸς οὐδέν. «Ἅγιοι γὰρ ἔσεσθε, φησὶν, ὅτι ἐγὼ ἅγιος.» Οὐκοῦν, καθά φησιν ὁ θεσπέσιος Παῦλος, ἑορτάζωμεν, «μὴ ἐν ζύμῃ παλαιᾷ. μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας·» τουτέστιν, ἐν ὀρθότητι καὶ ἀκριβείᾳ πίστεως, προσηνεγμένης αὐτῇ δηλονότι καὶ τῆς ἐξ ἔργων φαιδρότητος. Ταυτὶ γὰρ ὑμῖν ἐνυπάρχοντα, καὶ τῆς εἰς λῆξιν εὐθείας περιποιήσει τὴν μέθεξιν, καὶ εἰς τὸν τῶν ἁγίων ἀναβιβάσῃ κλῆρον, τοὺς οἵπερ ἂν εἶεν τῆς ἐκείνων εὐζωΐας ἄριστοι μιμηταί. Φέρε γὰρ